# P.Mich. 4.1 223.r72.2192-223.r73.2222

Documentary Papyri, P.Mich. 4.1, 223.r72.2192 to 223.r73.2222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-4-1/223.r72.2192
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-4-1/223.r72.2192

ἀριθμητικοῦ κατοίκων δραχμαὶ ιϛ ὀβολὸς ἡμιωβέλιον προσδιαγραφομένων δραχμὴ α χαλκοῖ 2 γίνονται δραχμαὶ ιζ ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 καὶ εἰς Πνεφερῶν Κερᾶ …κ ἀριθμητικοῦ κατοίκων δραχμαὶ η ἡμιωβέλιον χαλκοῖ 2 προσδιαγραφομένων τριώβολον χαλκοῖ 2 γίνονται δραχμαὶ η τετρώβολον ναυβίου κατοίκων ιβ ἔτους δραχμὴ α ὀβολὸς προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ 2 κολλύβου χαλκοῖ 2 γίνεται δραχμὴ α διώβολον Φανομγεὺς Φανομγέως τοῦ Φανομγέως μητρὸς Ταψάιτος δραχμαὶ … Λογγῖνος Ἀκύλας Τλεμλήσιος ἀμπέλου τρυγωμένης ια ἔτους ἀπομοίρης δραχμαὶ δύο τριώβολον ναυβίου ἡμιωβέλιον χαλκοῖ 2 προσδιαγραφομένων ὀβολοὶ γ 𐅵 ἐπαρουρίου δραχμὴ α τετρώβολον προσδιαγραφομένων ὀβολὸς κολλύβου ἡμιωβέλιον χαλκοῖ 2 γίνονται δραχμαὶ ε ὀβολὸς ὀκταδράχμου σπονδῆς Διονύσου δραχμαὶ δ προσδιαγραφομένων ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 γίνονται δραχμαὶ δ ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 … ναυβίου κατοίκων ιβ ἔτους δραχμαὶ γ ὀβολὸς προσδιαγραφομένων διώβολον κολλύβου ἡμιωβέλιον γίνονται δραχμαὶ γ τριώβολον ἡμιωβέλιον ἐναφεσίων ὁμοίως τετρώβολον χαλκοῖ 2 προσδιαγραφομένων ὀβολὸς κολλύβου χαλκοῖ 2 γίνονται ὀβολοὶ ε 𐅵 παραδείσου ια ἔτους ἀπομοίρης δραχμαὶ να ὀβολὸς ἡμιωβέλιον ἐλαίας παραγωγῆς δραχμαὶ η τριώβολον ἡμιωβέλιον ναυβίου δραχμαὶ ε ὀβολὸς α 𐅵 χαλκοῖ 2 προσδιαγραφομένων δραχμαὶ ιγ ἐπαρουρίου δραχμαὶ μγ πεντώβολον χαλκοῖ 2 προσδιαγραφομένων δραχμαὶ γ ὀβολοὶ 2 χαλκοῖ 2 κολλύβου δραχμαὶ β ἡμιωβέλιον χαλκοῖ 2 γίνονται δραχμαὶ ρκζ τριώβολον καὶ …το ταριχευτοῦ προσόδων οἰκοπέδων ἰδίου λόγου αβ ἔτους δραχμαὶ η προσδιαγραφομένων τριώβολον γίνονται δραχμαὶ η τριώβολον καὶ … Τεῶτος ὁμοίως δραχμαὶ δ προσδιαγραφομένων ὀβολὸς ἡμιωβέλιον γίνονται δραχμαὶ δ ὀβολὸς ἡμιωβέλιον ογ Γάιος Ἰούλιος Σατορνεῖλος διὰ Σαραπίωνος Νεῖλος ἰατρός παραδείσου αα ἔτους ἀπομοίρης δραχμαὶ λ ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 ἐλαίας παραγωγῆς δραχμαὶ ε ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 ναυβίου δραχμαὶ γ ἡμιωβέλιον προσδιαγραφομένων δραχμαὶ ζ τετρώβολον ἡμιωβέλιον ἐπαρουρίου δραχμαὶ κγ τριώβολον προσδιαγραφομένων δραχμὴ α πεντώβολον ἡμιωβέλιον χαλκοῖ 2 κολλύβου δραχμὴ α ὀβολὸς χαλκοῖ 2 γίνονται δραχμαὶ ογ ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 δραχμαὶ ρ ναυβίου κατοίκων προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ 2 κολλύβου χαλκοῖ 2 γίνεται δραχμὴ α διώβολον ἡμιωβέλιον ἐναφεσίων ὁμοίως τριώβολον ἡμιωβέλιον προσδιαγραφομένων ὀβολὸς ἡμιωβέλιον χαλκοῖ 2 κολλύβου χαλκοῖ 2 γίνονται πεντώβολον ἡμιωβέλιον γραμματείας φυλακιτῶν διώβολον προσδιαγραφομένων χαλκοῖ 2 γίνονται διώβολον χαλκοῖ 2 καὶ Σωπάτρα Μάρωνος διὰ τοῦ αὐτοῦ παραδείσου ια ἔτους ἀπομοίρης δραχμαὶ ι ἐλαίας παραγωγῆς δραχμὴ α διώβολον ἡμιωβέλιον ναυβίου δραχμὴ α προσδιαγραφομένων δραχμαὶ β τριώβολον ἐπαρουρίου δραχμαὶ ϛ τετρώβολον προσδιαγραφομένων τριώβολον ἡμιωβέλιον κολλύβου διώβολον χαλκοῖ 2 γίνονται δραχμαὶ κβ τριώβολον χαλκοῖ 2 Μάρων Μάρωνος τοῦ Πετσοραίπεως μητρὸς Ἡρωίδος δραχμαὶ η Συρ…δώρου μητρὸς Λογγιν δραχμαὶ κ Ἰσι… υἱὸς μητρὸς Ἡρωίδος δραχμαὶ κ

---

Documentary Papyri, P.Mich. 4.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;4.1.
