# P.Mich. 5 238r.r1.1-30

Documentary Papyri, P.Mich. 5, 238r.r1.1 to 238r.r1.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/238r.r1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/238r.r1.1

ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ β ὁμολογία Κρονίωνος πρὸς Ἀπολλώνιον μεσιτείας ἀρουρῶν β δραχμαὶ δ δάνειον Ἀπολλωνίου πρὸς τὸν αὐτὸν Κρονίωνα ἐπʼ αὐταῖς ἀργυρίου δραχμῶν τη δραχμαὶ δ ε μίσθωσις Ἁρυώτου πρὸς Δίον καὶ ἄλλον ἀρουρῶν ζ ἀργυρίου δραχμαὶ δ ὁμολογία Παποντῶτος καὶ ἄλλου πρὸς Παστωοῦν ἀποχῆς ἀργυρίου δραχμῶν οβ ὀβολοὶ η ὁμολογία Ἁτρῆτος καὶ τῆς γυναικὸς πρὸς Διδύμην ἀποχῆς ἀργυρίου δραχμῶν υκ ὀφείλει τὸ γραμματικόν ὁμολογία Θενκήβκιος πρὸς Παπνεβτῦνιν ὑποθήκης μέρους οἰκίας δραχμαὶ δ δάνειον Παπνεβτύνεως πρὸς Θενκῆβκιν ἐπʼ αὐτῷ ἀργυρίου δραχμῶν ρ δραχμαὶ β μίσθωσις Γαλάτου πρὸς Τεσενοῦφιν καὶ τὴν γυναῖκα παραδείσου ἀργυρίου δραχμαὶ δ ὁμολογία Ἁρμάειτος καὶ τῆς μητρὸς πρὸς Πααῦν προδοματικῆς μισθώσεως ἀρουρῶν ἀργυρίου δραχμαὶ δ ὁμολογία Θαυβάστιος πρὸς Νεστῆσιν ἐνοικήσεως ἀργυρίου δραχμῶν σ δραχμαὶ δ δάνειον Νεστήσιος πρὸς Θαυβᾶστιν τοῦ αὐτοῦ κεφαλαίου δραχμαὶ β ζ μίσθωσις Πετεεῦτος καὶ ἄλλου πρὸς Δίδυμον χόρτου ἀρουρῶν ϛ ὀβολοὶ ϛ μίσθωσις Πετεεῦτος καὶ ἄλλου πρὸς Ἀλέξανδρον χόρτου ἀρουρῆς α 𐅵 ὀβολοὶ ϛ θ ὁμολογία Κρονίωνος πρὸς Ἡρακλῆν παραθήκης ἀργυρίου δραχμῶν υξ δραχμαὶ δ, ἃς ὀφείλει ὁμολογία Ἡρακλείδου πρὸς Ἡρώδην μεσιτείας κλήρου ἀρουρῶν ϛ δραχμαὶ ιβ δάνειον Ἡρώδου πρὸς τὸν αὐτὸν ἐπʼ αὐτῷ ἀργυρίου δραχμῶν ωλβ ιβ ὁμολογία Λυσιμάχου πρὸς Ἡρακλείδην ἀποχῆς ἡμίσους μέρους δανείου ἀργυρίου δραχμαὶ δ ὁμολογία Καμῆτος πρὸς Παχῆν εὐδοκήσεως ὀφείλει τὸ γραμματικόν ὁμολογία Ἑρμᾶτος πρὸς Πτολεμαῖον παραμονῆς ἀργυρίου δραχμῶν μη ὀβολοὶ η ιδ ὁμολογία Θενμαρσισούχου πρὸς Ζωίλον ἀποχῆς τροφείων δραχμαὶ β ὁμολογία Ὀρσενούφιος πρὸς Ἁρυώτην τιμῆς πυροῦ ἀργυρίου δραχμῶν μ ὀβολοὶ ζ ὁμολογία Πετεεῦτος καὶ τοῦ ἀδελφοῦ πρὸς Μιεῦν μισθώσεως ἀρουρῶν γ 𐅵 δ ὀβολοὶ ϛ δάνειον Ἡρακλήου πρὸς Ἁρμάειν καὶ τὴν μητέρα ἀργυρίου δραχμῶν ρ δραχμαὶ δ ὁμολογία Μιεῦτος καὶ ἄλλων πρὸς Δίδυμον μισθώσεως χόρτου ἀρουρῶν η ὀφείλει τὸ γραμματικόν ὁμολογία Ταποντῶτος καὶ τοῦ ἀνδρὸς πρὸς Κρονίωνα τροφίμου δουλικοῦ ιϛ δάνειον Κρονίωνος πρὸς Ἁρμιῦσιν καὶ τὴν γυναῖκα ἀργυρίου δραχμῶν ρ τῶν δύο δραχμαὶ δ δάνειον Μάρωνος πρὸς Ὀρσεῦν καὶ τὴν γυναῖκα ἀργυρίου δραχμῶν νϛ ὀβολοὶ θ ὁμολογία Θενκήβκιος πρὸς Ποτάμονα ὑποθήκης δούλης Ἀθήνης.

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
