# P.Mich. 5 276.1-21

Documentary Papyri, P.Mich. 5, 276.1 to 276.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/276.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/276.1

Δίδυμος καὶ Ἡρώιδης καὶ Ἡρακλείδης καὶ Μάρων καὶ Ἡρακλᾶς ὃς καὶ Λούρις οἱ πέντε Ἡρακλείδου ὁμολογοῦμεν πεπρακέναι Ταμάρωνι Ἡρακλείδου ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον τῶι τετελευτηκότι ἡμῶν ἀτέκνωι καὶ ἀδιαθέτωι ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῶι Λυσιμάχωι ἕβδομον μέρος ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε ἡμᾶς καὶ τὸν τοῦ τετελευτηκότος ἡμῶν πατρὸς Ἡρακλείδου ἀδελφὸν Δίδυμον ἐν τῇ μητροπόλει Εὐεργέτιδι τοῦ Ἀρσινοείτου πλησίον Ταμείων καινῆς λεγομένης· ὧν γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς νότου Διδύμου τοῦ Μάρωνος οἰκία καὶ αὐλὴ παλαιὰ λεγομένη, βορρᾶ ῥύμη βασιλική, λιβὸς Ἀσκλᾶτος οἰκία, ἀπηλιώτου Κάστορος τοῦ Λυσιμάχου καὶ τῶν ἀδελφῶν οἰκία. καὶ ἀπέχομεν παρὰ τῆς Ταμάρωνος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν ἐξ ἀλληλεγγύης πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ἔτι δὲ παρεξόμεθα ἑαυτοὺς ἀναφέροντάς σοι τῇ Ταμάρωνι πρᾶσιν τοῦ προκειμένου ἑβδόμου μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς τοῦ προγεγραμμένου Λυσιμάχου διὰ τοῦ ἐν τῇ μητροπόλει μνημονείου ἑξαμαρτύρου ὁπότε ἐὰν ἡμῖν συντάσσῃ, ἁπλῶς μηδὲν λαμβάνοντος διὰ τὸ προαπεσχηκέναι ἡμᾶς παρὰ σοῦ καθὼς πρόκειται τὴν τιμήν. ἐὰν δὲ μὴ ποιῶμεν ἢ παραβῶμεν τι τούτων, ἐκτίνομέν σοι ἣν ἀπεσχήκαμεν παρὰ σοῦ τιμήν, μεθʼ ἡμιολίας καὶ τόκου, καὶ ἐπίτιμον δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον κατὰ μηδὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης ἡμῖν βεβαιώσεως ὧν προπεπράκαμεν αὐτῇ ἀκολούθως αἷς πεποιήμεθα αὐτῇ οἰκονομίαις. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων πέμπτῃ. Ἡρώδης Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκίμενον ἕβδομον μέρος τῆς προκιμένης οἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ παρέξομαι ἐμαυτὸν ὁπότε ἐὰν συντάσσῃ, συμπωλῶν τὸ αὐτὸ διὰ τοῦ ἐν τῇ μητροπόλει μνημονείου ἑξαμαρτύρου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ποιῶ, συνεκτίσω τὸ προκίμενον ἐπίτιμον, κατὰ μηθὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης ἐμοί τε καὶ τοῖς προγεγραμμένοις ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους ζ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων ε. Ἡρακλείδης Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκίμενον ἕβδομον

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
