# P.Mich. 5 276.22-41

Documentary Papyri, P.Mich. 5, 276.22 to 276.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/276.22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/276.22

μέρος τοῦ ἡμίσους μέρους τῆς προκιμένης οἰκίας καὶ αὐλῆς ἐν τῆι μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ παρέξομαι ἐμαυτόν, ὁπότε ἐὰν συντάσσηι μοι, ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος, καὶ τὴν γυναῖκά μου Ἀρσινόην Διδύμου εὐδοκοῦσαν, ὁμοίως ἁπλῶς μηθὲν λαμβάνουσαν. ἐὰν δὲ μὴ ποιῶ, ἐκτείσω τὸ προκίμενον ἐπίτιμον. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι, κατὰ μηδὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης μοι βεβαιώσεως ὧν προπεπράκαμεν αὐτῆι ἀκολούθως αἷς πεποιήμεθα αὐτῆι οἰκονομίας. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων ε. Μάρων Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκείμενον ἕβδομον μέρος τοῦ ἡμίσους μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει . ἔτι καὶ παρέξομαι ἐμαυτὸν ὁπότε ἐάν μοι συντάσσῃ ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος, καὶ τὴν γυναῖκά μου Ἀρσινόην Διδύμου εὐδοκοῦσαν ὁμοίως ἁπλῶς μηθὲν λαμβάνουσαν. ἐὰν δὲ μὴ ποιῶ ἐκτείσω τὸ προκείμενον ἐπίτιμον. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆ ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι, κατὰ μηθὲν δὲ τῆς Ταμάρωινος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης μοι βεβαιώσεως ὧν δὲ προπεπράκαμεν αὐτῇ ἀκολούθως αἷς πεποιήμεθα αὐτῇ οἰκονομίας. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Κεσαρήου ἐπαγομένων ε. Ἡρακλείδης ὃς καὶ Λούρις Ἡρακλείδου ὁμολογῶ συμπεπρακέναι τὸ προκείμενον ἕβδομον μέρος τοῦ ἡμίσους μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συνβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ καὶ παρέξομαι ἐμαυτὸν ὁπότε ἐάν μοι συντάσσῃ ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου, διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος καθὼς πρόκειται.

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
