# P.Mich. 5 282dupl

Documentary Papyri, P.Mich. 5, P.Mich. 5 282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/282dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/282dupl

Πολῆμις καὶ Πετεσοῦχος οἱ δύο Φεμνάσιος καὶ αἱ τοῦ τετελευτηκότος ἡμῶν ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Σίφονος πρεσβυτέρου θυγατέρες Ἄρεσις καὶ Θεναπολλῶς μετὰ κυρίου αὐτῶν τοῦ ἑαυτῶν συνγενοῦς τῆς μὲν Ἀρέσιος Πελώειος τοῦ Πατύνεως καὶ τῆς Θεναπολλῶτος Νεφερῶτος τοῦ Πετεεῦτος ὁμολογοῦμεν πεπρακέναι Εἱστίᾳ Ἀκουσιλάου μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Σώτου νεωτέρου τοῦ Ἀκουσιλάου τὰ ὑπάρχοντα ἡμῖν καὶ ἐπιβάλλοντα μέρη τῶν ἐκ τοῦ πρὸς νότον μέρους τοῦ ὑπάρχοντός σοι τῇ Εἱστίᾳ ἐν κώμῃ Κερκεσούχων Ὄρους κηποπαραδείσου ψιλῶν τόπων καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὴν αὐτὴν Εἱστίαν ἐν τῇ αὐτῇ Κερκεσούχων Ὄρους ἐπὶ τοῖς οὖσι μέτροις καὶ πηχισμοῖς. ὧν γείτονες νότου Ἀμμονίου τοῦ Τίμονος καὶ τῶν μετόχων ψιλοὶ τόποι καὶ ἐπί τι μέρος τῆς αὐτῆς Εἱστίας ψιλοὶ τόποι, βορρᾶ τῆς αὐτῆς Εἱστίας ὁ προκείμενος παράδεισος, λιβὸς ἐμοῦ τοῦ ὑπογράφοντος Φεμνάσιος καὶ τῶν μετόχων αὐλή, ἀπηλιώτου βασιλικὴ ὁδός. καὶ ἀπέχομεν παρὰ τῆς Εἱστίας τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσομεν τὴν πρᾶσιν ταύτην πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται, κατὰ μηθὲν δὲ τοῦ Σώτου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλουσιν αὐτῷ οἱ προγεγραμμένοι Πελώεις καὶ Νεφερῶς καθʼ ὁμολογίας ἀσφαλείας καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτῶν Φεμνᾶσις Φεμνάσιος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἄρεσις καὶ Θεναπολλῶς ἀμφότεροι Σίφωνος πρεσβυτέρου μετὰ κυρίου ἑκατέρας τῶν ἑαυτῶν συγγενῶν τῆς μὲν Ἀρέσιος ἐμοῦ Πελώειος τοῦ Πατύνεως καὶ τῆς Θεναπολλῶτος Νεφερῶτος τοῦ Πετεεῦτος ὁμολογοῦμεν αἱ δύο συνπεπρακέναι τὰ ὑπάρχοντα καὶ ἐπιβάλλοντα ἡμῖν μέρη ψιλῶν τόπων ἐν Κερκεσούχων Ὄρους τῆς Πολέμωνος μερίδος καὶ συναπέχομεν τὴν τιμὴν καὶ συμβεβαιώσομεν πάσῃ βεβαιώσει καθὼς πρόκιται. Πελώεις ὁ προγεγραμμένος γέγραφα καὶ ὑπὲρ τῶν ἄλλων μὴ εἰδότων γράμματα.

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
