# P.Mich. 5 321.ctr.1-17

Documentary Papyri, P.Mich. 5, 321.ctr.1 to 321.ctr.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/321.ctr.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/321.ctr.1

ἔτους τρίτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἰουλιέως Χοιὰχ πέμπτηι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ὀρσεῦς ὃς καὶ Ἡρώδης Νεστνήφιος ὡς ἐτῶν ἑξήκοντα πέντε εὔσημος ὀφθαλμῶι δεξιῶι καὶ ὑποκεχυμένος τὸν ἄλλον ἀριστερὸν ὀφθαλμὸν καὶ οὐλὴ ὀφρύι ἀριστερᾷ ἄκρᾳ παρὰ ταρσὸν μεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς γεγονόσι αὐτῶι ἐξ ἧς σύνεστιν γυναικὸς Ταορσεῦτος τῆς Πάτρωνος υἱοῖς Νεστνήφι τῷ καὶ Ἰσχυρίωνι καὶ Παποντῶτι καὶ Ἐσούρι καὶ Τααπολλῶτι τοῖς τέσσαρσι τῶι μὲν Ἰσχυρίωνι τῷ καὶ Νεστνῆφι τὸν ὑπάρχοντα αὐτῶι Ὀρσεῦτι τῷ καὶ Ἡρώδηι περὶ Θεογονίδα τῆς αυτῆς μερίδος ἐν τῇ κοίλῃ λεγομένῃ κλήρου κατυ Ὀρσεῦς ὡς ἐτῶν ξε οὐλὴ ὀφρύι ἀριστερᾷ ἄκρᾳ παρὰ ταρσὸν καὶ εὔσημος δεξιὸν ὀφθαλμὸν καὶ ὑποκεχυμένος τῷ ἀριστερῶι ὀφθαλμῷ Νεστνῆφις ὡς ἐτῶν μ οὐλὴ ποδὶ ἀριστερῶι. Ὀρσεῦς ὃς καὶ Ἡρώδης Νεστνήφιος ὁμολογῶ μεμερικέναι μετὰ τὴν ἐμὴν τελευτὴν τοῖς προγεγραμμένοις μου υἱοῖς Νεστνήφι τῶι καὶ Εἰσχυρίωνι καὶ Παποντῶτι καὶ Ἐσούρι καὶ Τααπολλῶτι τοῖς τέσσαρσι γεγονόσι μοι ἐξ ἧς σύνειμι ἐνγράφως γυναικὸς Ταορσηῦτος τῆς Πάτρωνος τῷ μὲν Εἰσχυρίωνι τῶι καὶ Νεστνήφει τὰς ὑπαρχούσας μοι περὶ Θεοιγονίδα ἐν τῇ κοίλῃ λεγομένῃ κλήρου κατοικικοῦ ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι· ὧν γείτονες νότου πρότερον Ἡρακλίδου τοῦ Ἡρακλίδου κλῆρος νυνὶ δὲ ἑτέρων, βορρᾶ Χαιρῆ τοῦ Μιηῦτος κλῆρος, λιβὸς Σουήρεως τῆς Χράτου κλῆρος, ἀπηλιώτου Νεστνήφιος τοῦ ἀδελφοῦ μου κλῆρος. καὶ ὁμολογῶ αὐτῷ Νεστνήφι τῷ καὶ Εἰσχυρίωνι κατὰ τὸ τέταρτον μέρος τῶν ὑπαρχόντων μοι ἐν κώμῃ Ταλεὶ τῆς αὐτῆς μερίδος οἰκοπέδων πάντων κοινῶν καὶ ἀδιαιρέτων, ὧν αἱ γειτνίαι καὶ τῶν οἰκοπέδων διὰ τῶν προκτήσεων δηλοῦνται· καὶ τῶι αὐτῷ ὁμοίως κατὰ τὸ τρίτον μέρος ὧν ἐὰν καταλείψω ἐπιπλόων καὶ ἐνδομενίας καὶ ἐνοφειλομένων πάντων καθʼ ὃν δήποτε οὖν τρόπον. καὶ ὁμοίως ὁμολογῶ μεμερικέναι μετὰ τὴν ἐμὴν τελευτὴν καὶ τοῖς προγεγραμμένοις Παποντῶτι καὶ Ἐσούρι καὶ Τααπολλῶτι ἑκάστῳ αὐτῶν ὁμοίως κατὰ τὸ τέταρτον μέρος μόνων τῶν οἰκοπέδων καὶ τῶι Παποντῶτι καὶ Ἐσούρι ὁμοίως κατὰ τὸ τρίτον μέρος ὧν ἐὰν καταλείψω ἐπιπλόων καὶ ἐνδομενίας καὶ ἐνοφειλομένων καθʼ ὃν δήποτε οὖν τρόπον, καὶ τοῖς αὐτοῖς δυσὶ Παποντῶτι καὶ Ἐσούρι ὁμοίως ἑκάστῳ αὐτῶν ἀργυρίου δραχμὰς ἑξήκοντα , ἃς καὶ ἀποδώσει αὐτοῖς ὁ Ἰσχυρίων ὃς καὶ Νεστνῆφις ἐκ τοῦ ἰδίου ἐν τῶι ἐὰν τελευτήσω ἔτι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ὁ δʼ αὐτὸς Ἰσχυρίων ὃς καὶ Νεστνῆφις μετρήσει καὶ

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
