# P.Mich. 5 322a.37-46

Documentary Papyri, P.Mich. 5, 322a.37 to 322a.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/322a.37
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/322a.37

τῇ ὁμολογίᾳ ταύτηι, οἷς καὶ ἐξ ἀναγνώσεως πεπεισμένοι εἰσίν. ὑπογραφεῖς προγεγραμμένων τῆς μὲν Τετοσίρεως ὁ προγεγραμμένος καὶ ἐπιγραψάμενος αὐτῆς κύριος Μαρεψῆμις ὃς καὶ Κάλλαμος Μαρεψήμιος, καὶ τῆς Ταμαρρήους Μαρσισούχου καὶ τοῦ ἑαυτῆς ἀδελφοῦ Πακήβκιος ὡς ἐτῶν κη οὐλὴ ὑπὸ γένειον μέσον ὑπογραφεὺς Ὀννο͂φρις Μαρσισούχου ὡς ἐτῶν νε οὐλὴ ἀστραγάλῳ ποδὸς δεξιοῦ. Ψοῖφις ὃς καὶ Ἁρποχρατείων Σαραπίωνος τοῦ καὶ Μαρεπκέμιος ὁμολογῶ μεμερικέναι ἀπὸ τοῦ νῦν τοῖς προγεγραμμένοις μου υἱοῖς καὶ θυγατράσι μου καὶ υἱωνῷ τὰ προκίμενα ὑπάρχοντά μοι ἑκάστωι αὐτῶν ὡς πρόκιται καθὼς ἐφʼ οἷς Ψῦφις ὃς καὶ Ἁρποκρατείων ὑπηγόρευσα, καθʼ ὧν καὶ μὴ ἔχειν με τὴν ἐξουσίαν πωλεῖν μηδὲ ὑποτίθεσθαι μηδὲ ἐξαλλοτριοῦν μηδὲ ἑτέροις ἀπομερίζειν εἰ μὴ τοῖς προγεγραμμένοις καθὼς πρόκιται, οἷς καὶ ἐξ ἀναγνώσεως πέπεισμαι Τετουσῖρις ἡ καὶ Διονυσία Μάρωνος τοῦ καὶ Μαρεψήμιος μετὰ κυρίου ἐμοῦ τοῦ τῆς ἀδελφῆς αὐτῆς Θερμοῦθεως υἱοῦ Μαρεψήμιος τοῦ καὶ Καλάμου Μαρεψήμιος ὁμολογῶ εὐδοκεῖν τῇ προκιμένῃ μεριτείᾳ. ἐγὼ αὐτὴ ἡ Τετουσίρις ἡ καὶ Διονυσία ὁμολογῶ καὶ ἐγὼ αὐτὴ ἡ Διονυσία συγκεχωρηκέναι ἀπὸ τοῦ νῦν τοῖς προγεγραμμένοις μου υἱοῖς καὶ υἱωνοῖς ἃ ἑκάστῳ συγκεχώρηκα καθὼς πρόκιται, καθʼ ὧν καὶ μὴ ἔχειν με τὴν κατʼ αὐτῶν ἁπάντων ὁλοσχερῆ ἐξουσίαν πωλεῖν μήτε ὑποτίθεσθαι μήτʼ ἐξαλλοτριοῦν μήτε ἑτέροις καταλείπειν μήτε συγχωρεῖν, ἀλλὰ τούτους κυρίους εἶναι, καθʼ ὧν καὶ ἔχειν αὐτοὺς τὴν ἀπὸ τοῦ νῦν κατʼ αὐτῶν πωλεῖν καὶ ὑποτίθεσθαι καὶ ἐξαλλοτριοῦν καὶ μισθοῦν τρόπῳ ᾧ ἐὰν αἱρῶνται ἀπαραποδίστως μὴ προσδεομένων τῆς ἐμῆς παρουσίας καθὼς ὁ προγεγραμμένος μου ἀνὴρ Ψῦφις ὃς καὶ Ἁρποχρατίων συγκεχώρηκεν καθὼς πρόκιται, οἷς καὶ ἐξ ἀναγνώσεως πέπεισμαι. Μαρεψῆμις γέγραφα ὑπὲρ τῆς Τετουσίριος τῆς καὶ Διονυσίας μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος. Ὀννο͂φρις Ψύφεως ὁμολογῶ εὐδοκεῖν τῇ προκιμένῃ ὁμολογίᾳ οἷς καὶ ἐξ ἀναγνώσεως πέπεισμαι καθὼς πρόκιται. Ψῦφις Ψύφιος ὁμολογῶ εὐδοκεῖν τῇ ὁμολογίᾳ, οἷς καὶ ἐξ ἀναγνώσεως πέπεισμαι καθὼς πρόκιται. Ταμαρῆς Ψύφεως μετὰ κυρίου τοῦ ἀνδρὸς Μαρεψήμιος τοῦ Ψύφεως ὁμολογῶ εὐδοκεῖν τῇ ὁμολογίᾳ, οἷς καὶ ἐξ ἀναγνώσεως πέπεισμαι καθὼς πρόκιται. Μαρεψῆμις γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα. Θαυβᾶστις Ψοίφιος μετὰ κυρίου ἐμοῦ τοῦ αὐτῆς προσγενοῦς Διονυσίου τοῦ Μάρωνος ὁμολογῶ συνευδοκεῖν τῇ ὁμολογίᾳ ταύτῃ, ᾗ καὶ ἐξ ἀναγνώσεως πέπεισμαι καθὼς πρόκιται. Διονύσιος γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Θαῆσις Μαρεψήμιος μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς Ψοίφιος τοῦ Ὀννώφριος καὶ ἐγὼ αὐτὸς Ψοῖφις ὁμολογοῦμεν

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
