# P.Mich. 5 326.1.41-326.2.54

Documentary Papyri, P.Mich. 5, 326.1.41 to 326.2.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/326.1.41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/326.1.41

μέρος ἀπὸ τῶν περὶ τὴν προκειμένην κώμην Τεπτῦνιν ἄλλων ἀρουρῶν ἀρούρας ε δ ἐν μιᾷ σφραγῖδι, ἢ ὅσαι ἐὰν ὦσι, λεγομένας Ἀστραγάλου κλήρου, αἵ εἰσιν ἐκ τοῦ ἀνὰ μέσον· τὴν δʼ αὐτὴν Ἡράκλειαν καὶ αὐτὴν ὁμοίως λελογχέναι εἰς τὸ καὶ αὐτῆι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ τὴν προκειμένην κώμην Κερκεσοῦχα Ὄρους ἄλλων ἀρουρῶν τὰς ἀνὰ μέσον τοῦ κλήρου ἀρούρας η γ διατεινούσας νότου ἐπὶ βορρᾶ· τὴν δʼ αὐτὴν Ἡράκλειαν ὁμοίως λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῇ μέρος ἐκ τοῦ περὶ τὴν προκειμένην κώμην Θεογονίδα ἀμπελῶνος λεγομένου Καλάμου ἀπὸ ἀρουρῶν γ 𐅵 δ η τούτων τὸ τρίτον· τὴν δὲ αὐτὴν Ἡράκλειαν ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι ἐκ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ σώματα τρία , οἷς ὀνόματα Νάρκισσος κουρεὺς καὶ Νίκη καὶ Ἑλένη σὺν τοῖς ἐσομένοις ἐξ αὐτῶν ἀπὸ τοῦ νῦν δουλικοῖς ἐγγόνοις· τοὺς δὲ προγεγραμμένους τέσσαρες Μάρωνα καὶ Ἡρώιδην καὶ Δίδυμον καὶ Ἡρακλείδην τὸν καὶ Λούριον καὶ αὐτοὺς ὁμοίως κεκληρῶσθαι, χωρὶς ὧν κεκληρωμένοι εἰσὶν καθὼς πρόκιται, ἐκ τοῦ ἐπιβάλλοντος τῷ τετελευτηκότι αὐτῶν πάντων ἀδελφῶι Λυσᾶτι, ὃς τετελεύτηκεν, μέρους ἀρούρας ιγ 𐅵 ιβ ἀφʼ ὧν περὶ μὲν Τεπτῦνιν ἀρούρας ε δ καὶ περὶ Κερκεσοῦχα Ὄρους ἀρούρας η γ, αἵ εἰσιν ἐκ τοῦ πρὸς λίβα μέρους διατεινούσας νότου ἐπὶ βορρᾶ, τούτων πάντων μέρη τέσσαρα ἀπὸ μερῶν πέντε , αἵ εἰσιν ἄρουραι ι 𐅵 γ τριακοστὸν. ἅπαντα δὲ κεκλήρωται ὁ Ἡρακλείδης πρεσβύτερος μεθʼ ἃ προπαρακεχώρηκεν καὶ πέπρακεν ὁ αὐτὸς Ἡρακλείδης τοῖς προγεγραμμένοις αὐτοῦ ἀδελφοῖς ἀρσένοις Μάρωνι καὶ Ἡρώιδηι καὶ Διδύμωι καὶ Ἡρακλείδηι τῶι καὶ Λουρίωι ἐπιβεβληκότος αὐτῶι μέρους, ὅ ἐστιν λοιπὸν τῶν προκειμένων ἀρουρῶν τοῦ αὐτοῦ Λυσᾶ· ἐφʼ ἑκάστης δὲ διαστολῆς καὶ σφραγῖδος ἔχειν ἕκαστον αὐτῶν κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους ἄλλα, καὶ ποτίζοντες καὶ ἐκχύοντες διὰ τε τῶν προκειμένων καὶ προυπαρχόντων ῥείθρων καὶ ὑδραγωγῶν, καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ἐκχύσεσι χρωμένους· πρός τε τὰ προγεγραμμένα μηθὲν ἐγκαλέσειν μηδὲ διαμφισβητήσειν μηδὲ κωλύσειν μηδὲ κακοτεχνήσειν· ἕκαστον δὲ αὐτῶν κεκληρῶσθαι σὺν τοῖς ἐν αὐτοῖς σπόροις ἀπὸ τοῦ ἐνεστῶτος ὀγδόου ἔτους καὶ αὐτοῦ τοῦ ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος.

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
