# P.Mich. 5 328

Documentary Papyri, P.Mich. 5, P.Mich. 5 328. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/328
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/328

Ὀρσεῦς Κολλούθου ὁμολογῶ πεπρακέναι τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ μου ἀδελφῷ Ὀρσεῦτι πρεσβυτέρῳ Κολλούθου μητρὸς Τερεῦτος τὴν ὑπάρχουσάν μοι οἰκίαν τρίστεγον καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα ἐν Ταλεί, ὧν γείτονες τῆς οἰκίας καὶ αὐλῆς νότου Νεστνήφιος οἰκία, βορρᾶ ῥύμη βασιλική, λιβὸς τοῦ αὐτοῦ Νεστνήφιος οἰκία, ἀπηλιώτου Πελεμάσιος οἰκία· καὶ ἀπέχω παρὰ τοῦ Ὀρσεῦτος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει. εὐδοκεῖ δὲ ὁ υἱός μου Κολλοῦθος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδὲ ἐνκαλέσειν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Πατυνίων Ἡρακλήους διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ὀρσεῦς Κολλούθου καὶ ὁ υἱός μου Κολλοῦθος, οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἐγγυηταὶ εἰς ἔκτισιν, ἔχομεν τὸ δάνειον παρὰ Ὀρσεῦτος πρεσβυτέρου Κολλούθου τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς τετρακοσίας εἴκοσι , τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Νέου Σεβαστοῦ τοῦ εἰσιόντος ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πατυνίων Ἡρακλήους διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ιϛ ἔτους οἰκονομία Κολλούθου Ταλίτου προς τὸν προστάτην Ματρήου φύλαξον αὐτὴν ἕως Μεχὶρ ἵνα λάβῃς παρὰ τοῦ καταγεγραμμένου. ε …

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
