# P.Mich. 5 352

Documentary Papyri, P.Mich. 5, P.Mich. 5 352. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-5/352
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-5/352

ϛ ἔτους Κλαυδίου. ἐκδόσιμον … λ. Θενμενχῆς καὶ Θαῆσις αἱ δύο Ἀκήους μετὰ κυρίων ἑκατέρων τῆς μὲν Θενμενχῆτος τοῦ αὐτῆς υἱοῦ Ὥρου τοῦ Ἁρμιύσιος καὶ τῆς Θαήσιος τοῦ ἀνδρὸς Ὀννώφριος τοῦ Νεφερῶτος ὁμολογοῦμεν ἐξίστασθαι τῇ προγεγραμμένῃ ἡμῶν ὁμοπατρίῳ καὶ ὁμομητρίῳ ἀδελφῇ Σοήρει περὶ τῶν προσενηνεγμένων αὐτῇ ὑπὸ τῆς μητρὸς ἡμῶν τῶν τριῶν Σοήρεως τῆς Πατύνιος ἔτι περιούσης οἰκοπέδων αὐτῆς Σοήρεως πάντων ἐν Τεβτύνει καὶ ἐπιπλόων καὶ ἐνδομενείας καὶ ἐνοφειλομένων διʼ ἧς ἔθου πρὸς τὸν ἄνδρα σου Εὔτυχον Σωτηρίχου συγγραφῆς τροφίτιδος τῷ ἐνεστῶτι ἕκτῳ ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὶ Νέῳ Σεβαστῷ ἕκτῃ διὰ τοῦ αὐτοῦ γραφείου, καὶ μὴ ἐπελεύσεσθαι μηδὲ τοὺς παρʼ ἡμῶν ἐπὶ τὴν προγεγραμμένην Σοῆριν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράπτου διὰ τὸ ἐκπεπεῖσθαι ἡμᾶς ὑπὸ τῆς Σοήρεως ἀργυρικῷ διαπείσματι, κατὰ μηθὲν δὲ τοῦ προγεγραμμένου καὶ ἐπιγραψαμένου τῆς Σοήρεως ἀνδρὸς κυρίου Εὐτύχου τοῦ Σωτηρίχου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλει αὐτῷ ὁ προγεγραμμένος Ὧρος σὺν τῇ αὐτοῦ γυναικὶ καθʼ ὁμολογίαν παραθέσεως καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Διονύσιος Μάρωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.

---

Documentary Papyri, P.Mich. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;5.
