# P.Mich. 6 425

Documentary Papyri, P.Mich. 6, P.Mich. 6 425. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-6/425
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-6/425

Καλπουρνίωι Κονκέσσωι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως. οὗ ἐπέδωκα τῷ λαμπροτάτωι ἐπάρχωι Αἰμιλίῳ Σατουρνίνῳ βιβλιδίου καὶ ἧς ἔτυχον αὐτοῦ ἱερᾶς ὑπογραφῆς ἀντίγραφον ὑπέταξα. ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, γράψαι τῷ διακειμένῳ ἐν τῷ Ἀρσινοείτῃ ἑκατοντάρχῃ πέμψαι τὸν ἀντίδικον ἐπὶ τὴν σὴν διάγνωσιν καὶ ἀκοῦσαί μου πρὸς αὐτὸν ὅπως τύχω τῶν δικαίων. ἔστι δέ· Κυίντωι Αἰμιλίωι Σατουρνίνωι ἐπάρχωι Αἰγύπτου παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως καὶ ὡς χρηματίζω. ἐντυγχάνω, κύριε, κατὰ Κάστορος χειριστοῦ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὅδε καταφρονήσας μου ὡς ἐπισινοῦς, μονόφθαλμος γὰρ ὢν τῷ δοκοῦντι ὁρᾶν οὐ βλέπω ὡς ἐν ἀμφοτέροις πονηρὸν εἶναι ἄντικρυς, ἠργολάβησέν με καὶ πρότερον ἐμὲ ἐξυβρίσας δημοσίᾳ καὶ τὴν μητέρα μου, μετὰ τὸ πλείσταις αὐτὴν πληγαῖς αἰκίσασθαι καὶ πέλυκι ὅλας μου τέσσαρας θύρας κατασχίσαι ὥστε ὅλην ἡμῶν τὴν οἰκίαν ἀναπεπταμένην γενέσθαι καὶ εὐεπίβατον παντὶ κακούργῳ, τούτων κατεσχισμένων καὶ κατενηνεγμένων ἡμῶν μηδὲν ὀφειλόντων τῷ ταμείῳ, ὅθεν οὐδὲ σύμβολον παραγαγεῖν ἐτόλμησε μὴ ἀδικεῖν διʼ αὐτοῦ ἐλέγχηται ἢ ἐργολαβηκέναι. διὸ, σωτῆρος τάξαντος τοὺς ἀδικουμένους σοι προσιέναι ἀδεῶς τῶν δικαίων τευξομένους, ἀξιῶ ὑπὸ σοῦ, κύριε, ἀκουσθῆναι καὶ ἐκδικηθῆναι ἵνʼ ὦ εὐεργετημένος, τὸν δὲ ἀντίδικον πεμφθῆναι ἐξ αὐθεντίας σου ἐπὶ τὴν σὴν διάγνωσιν. Γέμελλος ἐπιδέδωκα. Γερμανὸς ἔγραψα ὑπὲρ αὐτοῦ. ἔτους ϛ Μεσορὴ ιη τῷ κρατίστῳ ἐπιστρατήγῳ ἔντυχε πρὸς τὰ αὐτοῦ μέρη οὐκ ἐνδεήσοντι· ἀπόδος. Γέμελλος ὁ καὶ Ὡρίων ἐπιδέδωκα ὡς πρόκειται. … Πανεβτίχιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ϛ Μεσορὴ ἐπαγομένων γ. ἐπὶ τῶν τόπων νῦν γενομένῳ ἔντυχε. ἀπόδος.

---

Documentary Papyri, P.Mich. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;6.
