# P.Mich. 8 486

Documentary Papyri, P.Mich. 8, P.Mich. 8 486. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-8/486
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-8/486

Σεμπρώνιος Κλήμης Ἀπολιναρίωι τῷ τιμιωτάτῳ χαίρειν. ἔλαβόν σου τὰς ἐπιστολὰς παρὰ τοῦ σοῦ Ἰουλίου Σαβείνου ἐξ ὧν ἐπέγνων σε δηλοῦντα οὐχ ὅτι οὐκ ἠδυνήθην ἀπαρτίσαι τὰ διαφέροντά σοι ἀλλʼ ὅτι, ὡς φῄς, οὐκ ἐβουλήθην. καίτοι γε ἐπὶ τούτῳ ᾐσθάνθην ἀλλʼ ὅμως ἀπολογήσομαι. ἡ γὰρ διολκὴ γέγονεν ἐν τῷ τὸν Οὐαλεριανὸν μὴ ἐθέλοντα ἀντιδιαστειλαμένης αὐτῷ τῆς γυναικὸς εὐθέως πρὸς αὐτὴν καταστάσθαι. ἐπειδὴ ὧδʼ ἔχοντος, ἵνʼ οὕτως εἰς αὖθις μηδεμία ἄλλη πρόφασις παρολκῆς καταλειφθῇ, ἐπιστεῖλαι ἐμοὶ μᾶλλον προσεχέστερον ἐπέστειλας, φημὶ ὅτι χρείας ἐπειγούσης εἰς Ἀντινόου μελλήσω ἀνέρχεσθαι καὶ ἐκεῖθεν ἐπιστελῶ πρὸς σὲ τούτων χάριν. εἰ δέ πως Τύχη ἀπʼ Ἀντινόου με πάλιν ἐνθάδε ἐπιτρέπει ἐξορμᾶν οὐδὲν λογγάζει. γράψω γάρ σοι εὐθέως μετὰ τὸν περισπασμὸν τοῦτον ἵνα μὴ περὶ τῶν σοι διαφερόντων φροντίσῃς. οὕτως γάρ σοι ἐπιδείξομαι πῶς οὐ δεύτερα οὐδενὸς ἀμελήσω. ἐρρῶσθαί σε εὔχομαι πανοικεί.

---

Documentary Papyri, P.Mich. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;8.
