# P.Mich. 8 510

Documentary Papyri, P.Mich. 8, P.Mich. 8 510. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-8/510
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-8/510

Ταεις… τῷ υἱῷ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν. εἰ ἐπώλησας τοῦ πατρὸς …ν… τεσ…μη…α… Σεμπρωνίου τοῦ ἀδελφοῦ …ρ… δραχμ… χαρταρίδιν ὃ εἴρηκάς μοι ὅτι παρὰ τῆς …ς λάβω αὐτὸ εἴληφα. υἱέ, γράψον μοι περὶ τῆς σωτηρίας σου. οὐ δύναμαί σοι ἄρτι εἰπεῖν …αβ…σης …ηνι…ν…νο μασ…πν…με ο…μ…. τασ…σε Νεμεσοῦ ἐπεὶ μεγάλη θνῆσις γέγονε ἐν Ἀλεξανδρίᾳ. ὥσπερ σύ με ἐκυβέρνας σου ἐχόνομά μου ὄντος, καὶ ἄρτι πάλιν σύ με κυβερνᾷς ἀπόντος σου. γινώσκειν σε θέλω ὅτι ὀχεύομεν τὰ φοινίκια τὰ ἐν τῇ ἀπάτῃ. ἐάν μου ἀκούσῃ Τασεῦς, καὶ λάβῃ παρʼ ἐμοῦ καλάθιν …ε…πε…ου. πεπλήρωκα πάντα τὰ δημόσια τῇ σῇ χάριτι. τὸ μικρὸν χαρταρίδιν ὅ εἴρηκας ὅτι μὴ δοῖ αὐτὸ, τοῦτο μηδενὶ οὐκ ἔδωκα· σὺ αὐτός, εἶπον, δώσεις. οὐδένα εὕρηκα ἐπʼ ἐμὲ ἐν τοῖς φίλοις ε…σμα… ἄξια σινδόνια τρία ει …α…τι ἀπέχεις ἀντίδωρον …να…υφαιης ε… Νεφωτιανὸς ἀν…α…νε…χα…υ χοῦς τέσσαρας τὸ καθʼ ἡμέραν ἵνα ετ…αξη… καθὼς πα…εν…ν π…ηστ…πορτ…παν ἀμελεῖς Σερηνο. …δ…ο…δι…εν…ης …ε…ν τῇ μητρὶ αὐτοῦ ἐπεὶ ἀγωνιᾷ περὶ αὐτοῦ. ἀσπάζεταί σε ἡ ἀδελφή σου καὶ τὰ τέκνα αὐτῆς.

---

Documentary Papyri, P.Mich. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;8.
