# P.Mich. 8 514

Documentary Papyri, P.Mich. 8, P.Mich. 8 514. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-8/514
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-8/514

Ἰσιδώρα Σαραπιάδι τῇ θυγατρὶ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι μετὰ τοῦ τέκνου σου. οἶδας ὅτι ἀθυμῶ τῷ νῷ διὰ τὸν ἀδελφόν σου. οὐκ ἔλαβα αὐτοῦ τὰ δηπόσιτα ὃτι ἠσθένηκα· ἡμέρας ἔχουσι λαμβάνειν. περὶ οὗ εἴρηκας ὅτι πέμψον χιτῶνα τῇ μικρᾷ, ἐὰν εὕρω τινὰ πιστὸν πέμψω. καὶ ἐὰν ὁ θεὸς θέλῃ κατέλαβά σε. εἴ τι ἔχω σόν ἐστιν καὶ τοῦ ἀδελφοῦ σου. ἤκουσα ὅτι ἀηδίαν πεποίηκας μετὰ τοῦ ἀνδρός σου χάριν τοῦ πατρός σου. οὐ μεμένηκε ἐχόνομά μου ὅτι χειμών ἐστιν. πέμψον αὐτὸν παρʼ αὑτόν· ἐὰν ἀναβῶ κυβερνήσω αὐτὸν πάλιν. μένω Ἀπολλῶν. τάχα στρατεύσηται· στρατευθῇ μὴ στρατευθῇ δεῖ με ἀναβῆναι. γράψον μοι περὶ τῆς σωτηρίας σου ἐν τάχει. ἐὰν θέλῃς γράψαι ἐπιστολήν ἐχόνομα Σερήνου τοῦ ἀδελφοῦ Σκαμβῦτος μένω τὸ προσκύνημα αὐτοῦ εἰς τὸν κόλπον τοῦ Σεράπιδος. ἀσπάζου τὸν πατέρα τῶν παιδίων καὶ τὰ παιδία. ἄσπασαι Θαυσᾶριν ἄσπασαι τὰ τέκνα σου. ἀσπάζου Πεηοῦν καὶ Πεμέν. μὴ ἀναγκάσῃς μέ σε μέμψασθαί σε Ὀννῶφριν ἐπὶ … ἀηδίᾳ αὐτῆς. … ἀσπάζεταί σε Ἀπολλῶς καὶ τὰ τέκνα σου. ἀπόδος Ὀννῶφρι ἱερεῖ …α…ησ…το ἀπὸ Ἀπολλῶτος Σαλιβωτᾶ.

---

Documentary Papyri, P.Mich. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;8.
