# P.Mich. Aphrod. p. 1.40-74

Documentary Papyri, P.Mich. Aphrod. p., 1.40 to 1.74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-aphrod-p/1.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-aphrod-p/1.40

εἰς ἀκύρωσιν, μηδένα δὲ λόγον ἔχειν ἢ ἕξειν πρὸς ὑμᾶς καὶ κληρονόμους ὑμῶν καὶ διαδόχους καὶ διακατόχους, μὴ πρὸς τὸν αὐτὸν Ἀπολλῶν καὶ τοὺς αὐτοῦ κληρονόμους, οὐκ ἐγώ, οὐ κληρονόμοι μου, οὐ διάδοχοι, οὐ διακάτοχοι μὴ περὶ τοῦ αὐτοῦ χρέους τοῦ καταβληθέντος παρʼ ἐμου τὸ τηνικαῦτα Ἰωσηφίῳ εἰς λύτρωσιν τοῦ αὐτοῦ κτήματος, μὴ περὶ τῆς εἰρημένης ὑποθήκης, μὴ περὶ νομῆς ἢ δεσποτείας τοῦ προειρημένου κτήματος τοῦ διακειμένου ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ καλουμένῳ Μουνλακον ἐκ νότου τῆς ὁδοῦ τῆς βαλλούσης ἐπὶ τὴν κώμην Τμονεχθη, μὴ περὶ προσόδων τούτου, μὴ περὶ οἱουδήποτε πράγματος ἀνήκοντος τῷ αὐτῷ κτήματι δικαίῳ ἢ μὴ ἀνήκοντος, μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμένου τὸ σύνολον, ἀλλʼ ἔχειν ὑμᾶς δεσποτικῷ δικαίῳ ἐπὶ τὸ διηνεκὲς τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ προειρημένου κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου διὰ τὸ ἐμὲ εἰληφέναι ἐκ πλήρους τὰ δόξαντα δίδοσθαί μοι παρʼ ὑμῶν διὰ σοῦ τοῦ προλεχθέντος Ἀπολλῶτος, τουτέστιν νομίσματα ἑπτὰ παρὰ κεράτια δεκατέσσαρα χρυσοχοϊκῷ σταθμῷ τῆς εἰρημένης κώμης καὶ σίτου ἀρτάβας εἴκοσι πενταμέτρῳ, καὶ ἀπηλλάχθαι καὶ διαλελύσθαι πρὸς ὑμᾶς ἐν ἅπασι καὶ μηδεμίαν μοι τοῦ λοιποῦ σῴζεσθαι καθʼ ὑμῶν οἱανδήποτε ἀγωγὴν εἰς πρόσωπον ἢ καὶ εἰς πρᾶγμα ἁρμόσασαν ἢ καὶ ἁρμόσαι δυναμένην ἐκ παντὸς τοῦ προλαβόντος χρόνου μέχρι τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας καὶ εἰς τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ μὴ δύνασθαί μέ ποτε καιρῷ ἢ χρόνῳ ἐγκαλεῖν ὑμῖν καὶ τοῖς ὑμῶν κληρονόμοις ἐν δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπιχωρίῳ ἢ ὑπερορίῳ μὴ διʼ ἐμοῦ, μὴ διʼ ἐντολέως, μὴ διὰ παρενθέτου προσώπου ἢ θείας φιλοτιμίας ἢ πραγματικοῦ τύπου ἢ ῥεσκρίπτου ἢ θείου νεύματος ἢ δικανικῆς λεπτολογίας ἢ ἑτέρας οἱασδήποτε αἰτίας συμβῇ ταύτην ἀτονῆσαι ἢ μέρος αὐτῆς, ἀλλὰ καὶ ἐσβέσθαι μοι καθʼ ὑμῶν καὶ κατὰ τῶν ὑμῶν κληρονόμων οἱανδήποτε ἀγωγὴν εἰς πρόσωπον ἢ εἰς πρᾶγμα ὡς ἀνωτέρω εἴρηται διὰ τὸ μηδεμίαν μετουσίαν ἔχων τοῦ λοιποῦ πρὸς ὑμᾶς περί τε τοῦ αὐτοῦ κτήματος ἢ περὶ νομῆς τούτου ἢ περὶ χρέους ἢ περὶ ἑτέρου τινὸς πράγματος ἀνήκοντος τῷ αὐτῷ κτήματι καὶ παντὸς αὐτοῦ δικαίου τὸ σύνολον διὰ τὸ ἐμὲ εἰληφέναι ἐκ πλήρους τὰ δόξαντα δίδοσθαί μοι πρὸς τὴν κρίσιν τῶν μέσων φίλων, τουτέστιν νομίσματα ἑπτὰ παρὰ κεράτια

---

Documentary Papyri, P.Mich. Aphrod. p.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich.aphrod.
