# P.Mich. Zen. 1 38

Documentary Papyri, P.Mich. Zen. 1, P.Mich. Zen. 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-zen-1/38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-zen-1/38

πρὸς Σεμθέα καὶ Ἀπολλώνιον. δεῖ ὑμᾶς λαβεῖν κατὰ τὴν ἀπέγδοσιν ἣν ἐποιήσατο Ἡδύλος ὁ ἀρχιτέκτων. τοῦ ἑπτακλίνου καὶ τῆς ἐξέδρας θυρίδας κανονωτὰς κοιλοστάθμους ἔσω κλειομένας ι ἐχούσας ταινίδια ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ κ καὶ ταύταις κοιλόσταθμα δέκα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ μ καὶ παραθύρους διπροσώπους β ὕψος ἑκάστης πήχεων γ πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς ϛ γίνονται δραχμαὶ ιβ καὶ θυρώματος κοιλοστάθμου ὕψος πήχεων ϛ πλάτος ἀκόλουθον δραχμὰς ιβ τοῦ κοιτῶνος θυρίδας δικτυωτὰς η ὕψος πήχεων … πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ ιϛ καὶ ταύταις κοιλόσταθμα ἔσω κλειόμενα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ λβ θύρωμα κοιλόσταθμον ὕψος πήχεων δ 𐅷 πλάτος ἀκόλουθον δραχμὰς η καὶ ἐπὶ τὴν κρυπτὴν τὴν εἰς τὴν ἐξέδραν φέρουσαν ὕψος γ 𐅷 πλάτος παλαιστῶν ι δραχμὰς δ θύρας μονοθύρους πήχεων γ εἰς τὴν κλίμακα δραχμὰς δ καὶ τῆς ἀποχωρήσεως ὡσαύτως δραχμὰς δ εἰς τὸ βαλανεῖον θύρας ψευδοδιθύρους ἐχούσας σταθμοὺς στερεοὺς δ ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ ιϛ κόλλης μνῶν ιβ δραχμὰς ιβ γίνονται δραχμαὶ ρπ εἰς τοῦτο ἔχετε διὰ τῆς Ἀρτεμιδώρου τραπέζης … Παχὼν … Παῦνι δ … ζ … ιθ δραχμὰς κ κζ διὰ Χάρμου δραχμὰς η γίνονται δραχμαὶ ρνε λοιπὸν δραχμαὶ κε καὶ παρὰ Θεοπόμπου ἐν Κροκοδίλων πόλει δραχμὰς ιβ παρὰ Σώσου δραχμὰς ι διʼ Ἐφέσου Μεσορὴ ιθ εἰς τὴν ἐργολαβίαν τῶν τεκτονικῶν ἕως λόγου δραχμὰς μ… Θῶθ λ διὰ τῆς τραπέζης δραχμὰς η επ Φαῶφι η διὰ τῆς τραπέζης … Σεμφθεῖ τῶι ἐργολαβήσαντι τὴν πρὸς τῶι βαλανείωι ἐξέδραν κατὰ τὴν ἀπέγδοσιν δραχμὰς ιη ια τῶι αὐτῶι τῶν θυρωμάτων δραχμὰς η

---

Documentary Papyri, P.Mich. Zen. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;1.
