# P.Michael 13

Documentary Papyri, P.Michael, P.Michael 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-michael/13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-michael/13

…Ἡρακλείδου Θ…ν… τῆι καὶ Τβησοῦτι …ου μετὰ κυρίου υἱοῦ ἀποσυνσταθέντος …υ Ἡρακλίδου χαίρειν· μεμισθώμεθα παρὰ σοῦ ἀπὸ τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ αὐτοῦ τοῦ κγ ἔτους εἰς ἔτη δύο τὰς ὑπαρχούσας σοι ἀρούρας κη …ομένας τῆς κώμης επ…ς κώμης Πώεως, ἐφʼ ᾧι τῶι μὲν ἐνεστῶτι κγ ἔτει … σπεροῦμεν πυρῷ ἀρούρας δέκα καὶ δώσω σοι ὑπὲρ ἐκφορίου ἀποτάκτου πυροῦ ἰδιωτικοῦ ἀρτάβας ἑβδομήκοντα πέντε χοίνικας η, γίνονται πυροῦ ἀρτάβαι οε χοίνικες η· καὶ σπεροῦμεν κριθῇ ἄρουραν μίαν καὶ δώσω σοι ὑπὲρ ἐκφορίου ὁμοίως κριθῆς ἀρτάβας ἑπτὰ, γίνονται κριθῆς ἀρτάβαι ζ. τὰς δὲ λοιπὰς ἀρούρας δέκα ἑπτὰ σπερῶ ἄρακι καὶ δώσω σοι ὑπὲρ ἐκφορίου ἀποτάκτου ἀργυρίου δραχμὰς τριακοσίας ἑξήκοντα γίνονται δραχμαὶ τξ· καὶ τῶι εἰσίοντι κδ ἔτει σπεροῦμεν πυρῷ μὲν ἀρούρας δέκα ἓξ καὶ δώσω σοι ὑπὲρ ἐκφορίου ἀποτάκτου πυροῦ ἰδιωτικοῦ ἀρτάβας ἑκατὸν εἴκοσι ἕξ χοίνικες η γίνεται πυροῦ ἀρτάβαι ρκϛ χοίνικες η· καὶ κριθῇ σπεροῦμεν ἄρουραν μίαν καὶ δώσομέν σοι ὑπὲρ ἐκφορίου κριθῆς ἀρτάβας ἑπτὰ γίνονται κριθῆς ἀρτάβαι ζ· τὰς δὲ λοιπὰς ἀρούρας ια ἀναπαύσομεν ἄρακι εἰς βρῶσιν κτηνῶν καὶ δώσω σοι ὑπὲρ ἐκφορίου ἀποτάκτου ἀργυρίου … … τὰ δὲ προκείμενα … …ι κατʼ ἔτος τὸ μ… …ον ἄδολον καὶ … …μενον τῶι δημοσίωι … …ον ενας…

---

Documentary Papyri, P.Michael. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.michael.
