# P.Michael 40.1-40

Documentary Papyri, P.Michael, 40.1 to 40.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-michael/40.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-michael/40.1

… παρʼ ἐμοῦ, ὧν γείτονες τοῦ προδιομολογημένου … κτήματος ἔσωθεν καὶ ἔξωθεν ἐκ τετραγώνου εἰσὶν οὗτοι· νότου, ἐν μὲν τῷ λιβικῷ ἀνέμῳ τὸ ὅριον τῶν ἀρουρῶν τοῦ ἐμοῦ πατρὸς Ἰσακίου, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἀνέμῳ ῥύμη διηγοῦσα … εἰς ἀπηλιώτην εἰς τὸ ἐποίκειον λεγόμενον Ψινίου· ἀπηλιώτου, ἐν μὲν τῷ νοτίνῳ ἀνέμῳ … … ἐν δὲ τῷ βορινῷ ἀνέμῳ ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰσακίου· βορρᾶ τὸ κτῆμα τῶν κληρονόμων Ἀπολλῶτος Διοσκόρου Φαρατοπος· λιβὸς ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰσακίου, ἢ οἵοι ἐὰν ὦσι γείτονες πάντῃ παντόθεν τοῦ προειρημένου κτήματος ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ ἐν κλήρῳ λεγομένῳ … τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ δεσποτικῶν δοκίμων νομισματίων δέκα τὸν ἀριθμὸν ἑκάστου παρὰ κεράτια δύο τῷ χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνονται χρυσοῦ νομισμάτια ι παρὰ κεράτια κ, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος Ἰωάννης Ἰσακίου Βησκούιτος παρά σου τοῦ ἐωνημένου Ἀπολλῶτος Ἰωσηφίου διὰ χειρός σου εἰς χειράς μου ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσει γενομένῃ ἐφʼ ᾗ τιμῇ καὶ πέπεισμαι· ἐφʼ ᾧ δή σε τελέσαι τὰ ὑπὲρ τούτου παντοῖα δημόσια τελέσματα ἐμβολῆς τε καὶ χρυσικοῦ καὶ ναύλου καὶ παντοίων ἀννωνιακῶν πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενόμενου σχολαστικοῦ καὶ κηνσίτορος ἢ, εἰ οὕτω τύχοι, ἑτέραν μέτρησιν κυρωθησομένην ἐν τῇ Ἀνταιοπολιτικῇ ἐνορίᾳ, ἀπὸ κανόνος τῆς νῦν ἀρξαμένης ὀγδόης ἰνδικτίωνος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές· πρὸς τὸ ἐντεῦθέν σε τὸν αὐτὸν πριάμενον Ἀπολλὼν υἱὸν Ἰωσηφίου θαυμασιώτατον ἀπὸ βοηθῶν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προδεδηλουμένου ἡμίσους μου μέρους τοῦ μητρῷου μου τρίτου μέρους κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου κατὰ τὰς ἄνω εἰρημένας πάσας διαστολάς, καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ γεωργεῖν καὶ καρποῦσθαι καὶ φορολογεῖν, καὶ ἐκποιεῖν ἢ καὶ μεταποιεῖν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ κατόχους, καὶ χρησάσθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον ἀκωλύτως καὶ ἀνεμποδίστως, μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένου τῶν μετʼ ἐμέ κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων· καὶ τὸν ἐπελευσόμενον εἴς σε τοῦ λοιποῦ περὶ

---

Documentary Papyri, P.Michael. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.michael.
