# P.Michael 41.40-71

Documentary Papyri, P.Michael, 41.40 to 41.71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-michael/41.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-michael/41.40

τρόπον, ὡς οἱ νόμοι δίδουσιν τοῖς αὐτοτελέσι δεσπόταις, ἀμέμπτως καὶ ἀκαταγνώστως, πρὸς τὸ δύνασθαί σε πᾶσαν βελτίωσιν καὶ καλλιεργείαν ἐνδείξασθαι ὡς εἰς δύναμιν σήν, καὶ εἰ ἐθελήσοις, ἐκμισθώσασθαι καὶ φορολογεῖν καὶ ἐκποιεῖν καὶ μεταποιεῖν ἁπαξαπλῶς παντὶ δοκοῦντί σοι τρόπῳ· ἐξουσίαν ἔχεις ἀπεντεῦθεν τοῦ λοιποῦ τῆς τε νομῆς καὶ δεσποτείας τοῦ προειρημένου ὁλοκλήρου μέρους ἡμῶν τῶν προτεταγμένων δύο κτημάτων· καὶ οὐκ ἔξεστι ἡμῖν ἤτοι τῷ δικαίῳ τῆς αὐτῆς ἁγίας ἐκκλησίας καὶ τοῖς κατὰ καιρὸν ἐσομένοις κληρικοῖς τε καὶ διοικηταῖς καὶ ἐπισκόποις ἄλλο τι βουλεύσασθαι ἢ μετανοῆσαι ἢ μεταμελεῖσθαι ὑπὲρ ταύτην τὴν ἐγχωρητικὴν καὶ παραχωρητικὴν ἔγγραφον ὁμολογίαν· ἀλλʼ ἐπὶ τῷ ταύτην βεβαιοῦσθαι καὶ κυροῦσθαι ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας προφερομένην· ἀδείας σοι οὔσης ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας χρῆσθαι τρόπῳ ᾧ ἂν βουλήθῃς τὸ εἰρημένον μέρος κτημάτων καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους, μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένου πώποτε τῶν μεθʼ ἡμᾶς διαδόχων τῆς αὐτῆς ἁγίας ἐκκλησίας καὶ τῶν κατὰ καιρὸν ἐσομένων διοικητῶν τε καὶ κληρικῶν, διὰ τὸ ἡμᾶς ἀρτίως ἐπὶ τούτῳ παρακεκληκέναι σε καὶ ἱκόμενον ταύτῃ ἡμῶν τῇ αἰτήσει, ἐπὶ τῷ σε ὡς ἄνω εἴρηται ἔχειν τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ εἰρημένου ὁλοκλήρου ἡμῶν μέρους κτημάτων ἀντὶ τὼν εὐσεβῶν αὐτῶν τελεσμάτων· τούτου χάριν ἀκωλύτως ἔχειν καὶ ἀνεμποδίστως ὑπʼ οὐδενὸς τὴν τούτου πρόσοδον καὶ δεσποτείαν, προστίμου ἐπικειμένου παντὶ καιρῷ ἐπάναγκες χρυσοῦ λίτρας μιᾶς κατὰ τοῦ ἐθελήσαντος παραβῆναι ταύτην τὴν ἐγχωρητικὴν καὶ παραχωρητικὴν ὁμολογίαν ὑπὲρ μόνου τοῦ ἐπιχειρήματος τῆς παραβασίας πρὸς τὸ μηδὲν ἧσσον καὶ μετὰ τὴν τοῦ προστίμου τοῖς θείοις ταμιείοις ἀπόδοσιν ἐνέχεσθαι τῇ δυνάμει τῆσδε τῆς αὐτῆς ὁμολογίας καὶ στέρξαι καὶ ἐμμεῖναι αὐτῇ ἐνεχόμενον τῷ θείῳ ὅρκῳ, διὰ τὸ ἡμᾶς ἑκουσίως ταύτην πεποιηκέναι σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης καὶ περιγραφῆς καὶ συναρπαγῆς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην καὶ ὑπογεγραμμένην χειρὶ ἐμοῦ Ἰωάννου ἐλεεινοῦ ἐπισκόπου τοῦ προρηθέντος καὶ τῶν ἑξῆς συνηθῶν ἐπιμαρτυρούντων μαρτύρων· παρὼν ἐπερωτηθεὶς ταῦθʼ οὕτως ἔχειν δόσειν ποιεῖν φυλάττειν ὡμολόγησα.

---

Documentary Papyri, P.Michael. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.michael.
