# P.Michael 42b

Documentary Papyri, P.Michael, P.Michael 42 A-B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-michael/42b
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-michael/42b

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος ἔτους δευτέρου Τῦβι τετάρτῃ, πεντεκαιδεκάτης ἰνδικτίονος Αὐρήλιος Ἰακὼβ Φοιβάμμωνος Οὐετρανίου ἐκ μητρὸς Θέκλας καὶ ἡ τούτου γαμετὴ Εἰρήνη Βησαρίονος ἐκ μητρὸς Ταλοῦτος συντελεσταὶ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίᾳ Ῥαχὴλ θυγατρὶ Φοιβάμμωνος τῇ εὐγενεστάτῃ σὺν Θεῷ γαμετῇ τοῦ ποθεινοτάτου ἡμῶν υἱοῦ Βησαρίονος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου, πρὸς ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ εἰσιούσης πρώτης ἰνδικτίονος, τὰς ὑποτεθείσας σοι παρʼ ἡμῶν νῦν δέκα ἀρούρας σὺν μέρει τῶν ὑδρευμάτων πηγαίων τε καὶ ἀναβατικῶν καὶ μονῶν καὶ δικαίων πάντων ὅπου θέλεις, ὥστε ἐξεῖναί σοι ταύτας λαβεῖν ἀπὸ τοῦ σὺν Θεῷ κληρωθέντος μέρους τῶν ἐν ἀγρῷ πραγμάτων παρὰ τοὺ εἰρημένου ἡμῶν υἱοῦ Βησαρίονος καὶ τῶν ἐνόντων ἐκεῖσε φοινίκων καὶ φυτῶν μετὰ τῆς αὐτῶν συντελείας πρὸς ἀναλογίαν ἀκολούθως τῇ γενομένῃ σοι παρʼ ἡμῶν ὑποθηκιμαίᾳ συγγραφῇ τῇ καὶ βεβαίᾳ μενούσῃ πανταχοῦ προφερομένῃ πρὸς τὴν δύναμιν αὐτῆς ἐφʼ ᾧ ἡμᾶς ταύτας ἔχειν ὑφʼ ἡμᾶς εἰς γεωργίαν καὶ εἰς κατάθεσιν ὧν ἐὰν βουλώμεθα γενημάτων, καὶ ἀντὶ τῶν τούτων παντοίων ἐδφορίων ὥστε ἡμᾶς πληρῶσαι τὴν παντοίαν αὐτῶν δημοσίαν συντελείαν καθʼ ἕκαστον ἔτος· ἡ μισθωτικὴ ὁμολογία κυρία ἔσται καὶ βεβαία· καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα· μεθʼ ὑπογραφῆς ἐμῆς Ἰακυβίου καὶ ὑπὲρ Εἰρήνης συμβίου αὐτοῦ. Αὐρήλιος Ἰακὼβ Φοιβάμμωνος ὁ προκείμενος μεμίσθωμαι ὡς ππρόκειται. Αὐρηλία Εἰρήνη Βησαρίον ἡ προκειμένη μεμίσθωμαι ὡς πρόκειται. Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γραμ… μὴ εἰδυίας. Αὐρήλιος Βησαρίον υἱὸς τῶν προκειμένων Ἰακυβίου καὶ Εἰρήνης ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται.

---

Documentary Papyri, P.Michael. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.michael.
