# P.Michael 45.40-71

Documentary Papyri, P.Michael, 45.40 to 45.71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-michael/45.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-michael/45.40

ἡμῶν ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσει γενομένῃ, ἐφʼ ᾗ τιμῇ καὶ πεπείσμεθα· ἐφʼ ᾧ ἐντεῦθέν σε τὸν αὐτὸν ὠνούμενον Φοιβάμμωνα ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν καὶ διοικεῖν καὶ οἰκεῖν καὶ διαβόσκειν ἐν αὐτοῖς ἐκ τῶν … …, καὶ διαπωλεῖν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους, καὶ χρήσασθαι ὡς βούλῃ δεσποτικῷ δικαίῳ ἀκωλύτως καὶ ἀνεμποδίστως, ἀρξάμενόν σε ἀπὸ γενήματος τῆς σὺν Θεῷ ἐσομένης πέμπτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές· καὶ ἀποκρινόμενόν σε ὑπὲρ τῆς ἀναλογίας τοῦ δημοσίου τελέσματος ὑπὲρ τῶν προειρημένων καὶ πραθέντων σοι παρʼ ἡμῶν βοσκημάτων πρὸς τὴν τῶν νόμων διάταξιν· μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένου τῶν μεθʼ ἡμᾶς κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους ἡμίν ἀνηκόντων ἢ ἀγχιστευόντων· καὶ τὸν ἐπελευσόμενον εἴς σε τοῦ λοιποῦ περὶ τῶν προκειμένων βοσκημάτων καθὼς πρόκειται πάσας διαστολὰς ἡμεῖς αὐτὸν ἀποτρέψομεν ἀπό σου ἰδίῳ ἡμῶν ἀναλώματι καὶ δαπανήματι· καὶ βεβαιώσομέν σοι πάσῃ βεβαιώσει ἀπʼ παντὸς καιροῦ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου παντὶ καιρῷ ἐπάναγκες· εἰ δὲ καὶ ἧττον φροντίζομεν τῆς βεβαιώσεως, διπλασίως τὸ τίμημα ἀποδωσομεν μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προκομιζομένην, ἥνπερ γραφεῖσαν δισσὴν ὁμότυπον ἑκόντες καὶ πεπεισμένοι ἐθέμεθά σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης πάσης καὶ φόβου καὶ δόλου τινος ἐν δημοσίῳ ἀρχείῳ ἐφʼ ὑπογραφῶν ἡμῶν καὶ συνηθῶν μαρτύρων· καὶ ἐπερωτηθέντες ἐπὶ πᾶσι ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολογήσαμεν. Αὐρήλιος Βίκτωρ Φοιβάμμωνος ὁ προκείμενος ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τελείαν τιμὴν, καὶ βεβαιώσω σοι ὡς πρόκειται. Αὐρήλιος Κολλοῦθος Φοιβάμμωνος ὁ προκείμενος ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τιμὴν , καὶ βεβαιώσω σοι ὡς πρόκειται. Αὐρήλιος Γεώργιος … μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος … Ἡρακλείου μαρτυρῶ τῇ πράσει καὶ τῇ καταβολῇ χρυσίου ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἰωάννης Ἀβρααμίου μαρτυρῶ τῇ πράσει καὶ τῇ καταβολῇ τοῦ χρυσίου.

---

Documentary Papyri, P.Michael. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.michael.
