# P.Mil. 2 57

Documentary Papyri, P.Mil. 2, P.Mil. 1.2 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-2/57
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-2/57

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς … ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἰσχυρᾶς … Ἰσχυρίωνος τοῦ … ἀπʼ ἀμφόδου Σεκνεβτυνείου … ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ ποδὸς ἀριστεροῦ, Ἑρμοφίλῳ τοῦ Ἑρμοφίλου ὡς ἐτῶν … ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς … ἃς καὶ ἀποδώσειν τὸν ὁμολογοῦντα τῶι Ἑρμοφίλωι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἕκτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· εἰ δὲ μὴ ἀποδώσει καθʼ ἃ γέγραπται ἀποτεισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων γεινομένης τῶι δὲ Ἑρμοφίλῳ τῆς πράξεως ἔκ τε τοῦ Ἰσχυρᾶτος … καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· ἡ δὲ γραφὴ κυρία δάνειον Ἰσχυρᾶτος παρὰ Ἑρμοφίλου … ἀργυρίου …

---

Documentary Papyri, P.Mil. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil;2.
