# p.mil.congr.xiv pg pg52

Documentary Papyri, p.mil.congr.xiv pg, p.mil.congr.xiv pg52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-congr-xiv-pg/pg52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-congr-xiv-pg/pg52

ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Τῦβι πέμπτῃ καὶ εἰκάδι ἐν Νείλου πόλει τῇ μητροπόλει. ὁμολογεῖ Αὐρήλιος Κεφάλων Σεμθέως μητρὸς Διονυσαρίου ἀπὸ Νείλου πόλεως ὡς ἐτῶν πεντήκοντα δύο ἄσημος πεπρακέναι κατὰ τήνδε τὴν ὁμολογίαν Αὐρηλίῳ Ἀπίωνι Χαιρᾶ μητρὸς Μεθυσίου γυμνασιαρχήσαντι ἀρχιερατεύσαντι τῶν κυρίων Σεβαστῶν τῆς αὐτῆς πόλεως ἀπὸ τῶν κατηντηκότων εἰς αὐτὸν ἀπὸ κληρονομίας τοῦ ὁμογνησίου αὐτοῦ ἀδελφοῦ Αὐρηλίου Κολλούθου δούλην ὀνόματι Σωτηρίδα ὡς ἐτῶν ἐννέα ἄσημον τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν χιλίων ἑξακοσίων ἃς καὶ αὐτόθι προσομολογεῖ ὁ Κεφάλων ἀπεσχηκέναι παρὰ τοῦ Ἀπίωνος πλήρεις ἀριθμοῦ δραχμὰς Αχ τ…ρος το απο του… καὶ παρέξεσθαι τὴν δούλην Σωτηρίδα ταύτην τοιαύτην ἀναπόριφον χωρὶς ἱερᾶς νόσου καὶ ἐπαφῆς. κυριεύειν οὖν καὶ ἐγκρατεῖν καὶ διοικεῖν αὐτῆς τὸν Ἀπίωνα καὶ ἐπιτελεῖν περὶ αὐτῆς ὃν ἐὰν αἱρῆται τρόπον, ἐξουσίας οὐκέτι οὔσης τῷ Κεφάλωνι μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐφʼ ἣν πέπρακεν Ἀπίωνι δούλην Σωτηρίδα ἀνακριθεῖσαν ὑπὸ τοῦ νομοῦ βασιλικοῦ γραμματέως διαδεχομένου τὴν στρατηγίαν Αὐρηλίου Ὠριγένους τῇ προκειμένῃ ἡμέρᾳ, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον ταύτης ἢ μέρους χάριν ἐπάναγκον ἀποστήσειν αὐτὸν Κεφάλωνα παραχρῆμα τοῖς ἰδίοις ἑαυτοῦ ἀναλώμασι βεβαιοῦντα πάσῃ βεβαιώσει. ἡ πρᾶσις κυρία. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὁ Κεφάλων ὡμολόγησε.

---

Documentary Papyri, p.mil.congr.xiv pg. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.congr.xiv.
