# P.Mil. Vogl. 1 23.1.17-23.2.36

Documentary Papyri, P.Mil. Vogl. 1, 23.1.17 to 23.2.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-1/23.1.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-1/23.1.17

ἐπάναγκον δʼ ἐνμενοῦμεν ἡμεῖς τε καὶ οἱ παρʼ ἡμῶν πᾶσι τοῖς κατὰ τήνδε τὴν διαίρεσιν δεδηλωμένοις καὶ οἷς ἕκαστος ἐπανείρηται καὶ τὰ ἐξ αὐτῶν ἀπὸ τοῦ ἐνεστῶτος ιβ ἔτους περιεσόμενα ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθεμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν, ὡς ἐὰν αἱρώμεθα, καὶ …αρεξεσθαι ἐφʼ ἃ ὁπότερος ἡμῶν κεκλήρωται, καθὼς πρόκειται. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παραβαίνῃ τις ἡμῶν ἢ οἱ παρʼ ἡμῶν ἐκτίσει ὁ παραβὰς τῶι ἐμμένοντι παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου ταλάντων δύο καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια εἶναι διὰ παντός. ὅσα δὲ ἄλλα ἔχομεν ἐπίκοινα ὑπάρχοντα καὶ οἰκόπεδα καὶ δουλικὰ σώματα καὶ ἕτερα μενεῖ ἡμῖν ἐπίκοινα πάντα μέχρι τῆς ἐσομένης καὶ τούτων διαιρέσεως ἕως Χοίαχ τριακάδι τοῦ ἐνεστῶτος ἔτους. τυγχάνομεν δὲ προδιειρημένοι ἐκ συμφώνου τὰ ὑπάρχοντα ἡμῖν πατρικὰ θρέμματα προβάτων …ν καὶ κτήνη καὶ ταυρικά. τὸ δὲ χειρόγραφον τοῦτο κύριον ἔστω πανταχῆι ἐπιφερόμενον καὶ ὡς ἐν δημοσίωι κατακεχωρισμένον ὥστε τοῦτο κύριον μεῖναι καὶ μετὰ τὴν ὁποτέρου ἡμῶν τελευτήν. Ἀμάτιος ἔγραψα τὰ προκείμενα καὶ ἔσχον τοῦ Παυλείνου ἴσον χειρόγραφον συναντιβεβλημένον. ὁ δὲ Γέμεινος αὐτόχειρ ἔγραψε. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ ε. Παυλεῖνος Πάτρωνος πεποίημαι τὴν προκειμένην διαίρεσιν καὶ ἐπέβαλέν μοι τὸ ἐπὶ τοῦ κατʼ ἐμὲ προσώπου ἐπιβεβληκός μοι πατρικὸν καθὼς ἐπάνω δεδήλωται καὶ ἕκαστα ποιήσω ἀκολούθως ᾧ καὶ ἐγὼ ἐκδέδομαι ἴσον χειρόγραφον συναντιβεβλημένον ὑφʼ ἡμῶν. Γέμεινος Πάτρωνος πεποίημαι τὴν προκειμένην διαίρεσιν καὶ ἐπέβαλέν μοι τὰ ἐπὶ τοῦ κατʼ ἐμὲ προσώπου ἐπιβεβληκότα μοι ὑπάρχοντα ὡς ἐπάνω δεδήλωται καὶ ἕκαστα ποιήσω ἀκολούθως ᾧ καὶ ἐγὼ ἐκδέδομαι ἴσωι χειρογράφωι συναντιβεβλημένῳ ὑφʼ ἡμῶν.

---

Documentary Papyri, P.Mil. Vogl. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;1.
