# P.Mil. Vogl. 1 23.1.2-16

Documentary Papyri, P.Mil. Vogl. 1, 23.1.2 to 23.1.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-1/23.1.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-1/23.1.2

Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ δημοσίων τελεσμάτων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ παντὸς εἴδους τῶν προκειμένων …ν πάντων ὄντων πρὸς τοὺς τρεῖς κοινῶς ἐξ ἴσου, τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ιβ ἔτους ὁμοίως δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν τῶν ὀφειλομένων ὑπὲρ ὧν ἕκαστος ἡμῶν ἐπανείρηται, καθὼς πρόκειται, ὑπαρχόντων, πλὴν ἢ μόνον τῶν ὑπὲρ τῶν ἐπιβολῶν μετρουμένων, ὄντων πρὸς ἕκαστον τὸν ἐπανειρημένον, τῶν δὲ ὑπὲρ τῶν ἐπιβολῶν μετρουμένων, ἤτοι ἐν τοῖς σιτικοῖς ἢ καὶ δενδρικοῖς ὄντων πρὸς τοὺς τρεῖς κοινῶς ἐξ ἴσου εἰς τὸν ἅπαντα χρόνον, τῶν τοῦ ἐξεληλυθότος ια ἔτους ἐκπεπτωκότων εἰς τὸ ἐνεστὸς ιβ ἔτος φοινικικῶν καὶ ἐλαϊκῶν καρπῶν καὶ φυῶν τῶν … ὧν ἕκαστος ἐπανείρηται, καθὼς πρόκειται, ὄντων ἑκάστου τοῦ ἐπανελομένου καὶ κληρωθέντος. τὰς δὲ σταθείσας ὑφʼ ἡμῶν πρὸς ἰσότητα τῆς τῶν ὑπαρχόντων ἧς ἕκαστος κεκλήρωται μερίδος, καθὼς πρόκειται, δοθῆναι· παρὰ μὲν τοῦ Παυλείνου ἐμοὶ τῶι Ἀματίωι, ὑπὲρ μὲν κλήρων ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας τριάκοντα τρεῖς δύο ὀβολούς, ὑπὲρ τοῦ ἐλαιωνοπαραδείσου ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας , τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς τρισχιλίας τριάκοντα τρεῖς δύο ὀβολούς, ὁμοίως δὲ τῶι Γεμείνωι παρὰ μὲν τοῦ αὐτοῦ Παυλείνου ὑπὲρ κλήρων δραχμὰς τριάκοντα τρεῖς δύο ὀβολούς, ὑπὲρ δὲ τοῦ αὐτοῦ ἐλαιωνοπαραδείσου ἀργυρίου δραχμὰς ἑπτακοσίας , ὑπὲρ δὲ καλαμιῶν ἀργυρίου δραχμὰς πεντακοσίας δέκα ἓξ τετρώβολον , τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς χιλίας διακοσίας πεντήκοντα , τῷ δὲ αὐτῶι Γεμείνῳ παρὰ μὲν ἐμοῦ ὑπὲρ τῶν ἀμπελώνων καὶ ἐλαιωνοπαραδείσου δραχμὰς δισχιλίας , ὑπὲρ δὲ καλαμιῶν δραχμὰς πεντακοσίας δέκα ἓξ τετρώβολον , τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς δισχιλίας πεντακοσίας δέκα ἓξ τετρώβολον ἐπάναγκον ἀποδώσειν ὡς συνεφωνήσαμεν τῇ δεκάτῃ τοῦ εἰσιόντος μηνὸς Χοίαχ ἀνυπερθέτως, καθὼς ἐπάνω δεδήλωται, ὧν καὶ γείνεσθαι τὴν πρᾶξιν καθάπερ ἐκ δίκης καὶ ὁμοίως ἐπάναγκον δώσουσί μοι ὅ τε Παυλεῖνος καὶ Γέμεινος ἐν μόνωι τῶι ἐνεστῶτι ἔτει ἕκαστος αὐτῶν ἐν μηνὶ Παῦνι ἐφʼ Ἅλω κώμης Κερκεσήως πυροῦ νέου καθαροῦ ἀδόλου μέτρωι …νεικωι ἡμῶν ἀρτάβας ἑβδομήκοντα πέντε , τὰς ἐπὶ τὸ αὐτὸ ἀρτάβας ἑκατὸν πεντήκοντα καθαρὰς ἀπὸ παντὸς εἴδους ἀντὶ διαφορᾶς ἀναπαυμάτων.

---

Documentary Papyri, P.Mil. Vogl. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;1.
