# P.Mil. Vogl. 1 25.3.4-25.4.5

Documentary Papyri, P.Mil. Vogl. 1, 25.3.4 to 25.4.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-1/25.3.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-1/25.3.4

ἦν ἄνθρωπος, ὁ δὲ ἀντίδικος ἄπορός ἐστιν οὐδεμίαν ἀφορμὴν ἕξων ἀποδεῖξαι, ἀφʼ ἧς τὸ ἀργύριον δύναται ἐσχηκέναι. καὶ τὸ ὡμολογηκέναι δὲ αὐτὸν οἰκιακὸν γεγονέναι, ἐνίοτε δὲ καὶ φροντιστὴν τοῦ Γεμείνου μάλιστα συν…α…αλλεται πρὸς τὸ παρὸν ζήτημα· ἐκ τούτου γὰρ ἐλέγχεται ὀψωνίου μὲν ὑπηρετῶν, ἐνδείᾳ τῶν ἀναγκαίων ὕποπτος δʼ ἐστὶν μὴ ἄρα ἐν τῇ τοῦ ἡμετέρου οἰκίᾳ διατρίβων τὸ χειρόγραφον ἔκλεψεν, ὅπερ, ζῶντος μὲν αὐτοῦ, δυναμένου ἀκριβέστερον διδάξαι πῶς παρέπεσεν, οὐκ ἐπήνεγκεν. ἡνίκα δὲ ἐκεῖνος ἐτελεύτησεν τὸ ἀγύριον μετέρχεται. τούτοις προστίθημι τὸ πάντων μεῖζον καὶ συνελέγχον τὴν τοῦ Δημητρείου κακουργίαν· φημὶ γὰρ αὐτὸν μηδὲ τὸν Ἀτρηνὸν, οὗ εἰς ὄνομα εἶπε συντετάχθαι τὸ χειρόγραφον εἰδέναι, μηδὲ δύνασθαι ἀποκριθῆναι τίς ἔστιν ἢ ἀποπόθεν Δημήτριος· οὔκ ἐστιν Ἀτρηνὸς ἀλλὰ Δεῖος Ἀτρηνοῦ, φίλος μου, εἰς ὃν ἐποίησα τὸ χειρόγραφον γραφῆναι. Παλαμήδης· οὐδὲ ὁ Δεῖος τίς ἐστιν ἐπίσταται οὔτε ὁπόθεν ἐστίν. καί τοι οὐκ ἀπαρκεῖ τοῦ Γεμείνου, ἀλλὰ καὶ γράμματα τοῦ Δείου ἐπενεγκεῖν ὀφείλει ὁμολογοῦντος τούτου τὸ διὰ τοῦ χειρογράφου ἀργύριον. Δημήτριος· καὶ γράμματα αὐτοῦ ἔχω. ὁ στρατηγός· ἀνάγνωθι τά τε τοῦ Γεμείνου καὶ τὰ τοῦ Δείου γράμματα. ἀναγνωσθέντος τοῦ μὲν Γεμείνου χειρογράφου κεχρονισμένου εἰς τὸ ὄγδοον ἔτος Ἁδριαννοῦ Καίσαρος τοῦ κυρίου, ὧν δὲ λέγει ὁ Δημήτριος εἰληφέναι παρὰ τοῦ Δείου γραμμάτων κεχρονισμένων εἰς τὸ δέκατον ἔτος Θῶθ τριακάδα. ὁ στρατηγὸς Δημητρείῳ· διὰ τί οὐχ ἅμα τοῖς τοῦ Γεμελίνου γράμμασιν καὶ παρὰ τοῦ Δείου ἐξομολογουμένου τὴν πίστιν τὸ χειρόγραφον εἴληφας; Δημήτριος· ἐφʼ ὅσον ὁ Γέμεινος περιῆν ὑπισχνεῖτο ἀποδώσειν, μετὰ δὲ τελευτὴν ἐκείνου ἀγνωμονούντων τῶν ἀντιδίκων ἐδέησε με καὶ γράμματα τοῦ Δείου λαβεῖν. Παυλεῖνος· καὶ ἐκ τῶν χειρογράφων τούτων ἡ κακουργία συνελέγχεται. τοῦ μὲν γὰρ ἀδελφοῦ μου παραθέσεώς ἐστιν χειρόγραφον· ὃ δὲ λέγει, μετὰ τελευτὴν αὐτοῦ, εἰληφέναι παρὰ τοῦ Δείου ὡς περὶ δανείου ἐγράφη, καὶ κεχρόνισται μὲν εἰς Θῶθ τριακάδα τοῦ δεκάτου ἔτους, ὁ δὲ Γέμεινος ἐτελεύτησεν δωδεκάτῃ τοῦ Φαῶφι; δύναται δὲ καὶ σήμερον ὑφʼ ὅτου δήποτε γραφὲν ἐξ ὀνόματος Δείου τινὸς ἐνφέρεσθαι· πλὴν λεγέτω πόθεν ἐστὶν Δεῖος.

---

Documentary Papyri, P.Mil. Vogl. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;1.
