# P.Mil. Vogl. 1 28.3.70-28.4.8

Documentary Papyri, P.Mil. Vogl. 1, 28.3.70 to 28.4.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-1/28.3.70
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-1/28.3.70

καὶ ὑπὲρ ἀνηλωμάτων τῷ β ἔτει ἀπὸ γενημάτων τοῦ γ ἔτους κριθῆς ἀρτάβαι γ 𐅵 γ πεντεκαιδέκατον εἰκοστόν. γίνονται εἰς ἀνάλωμα κριθῆς σὺν διαφόρῳ μέτρου ἀρτάβαι Βξθ 𐅵 δέκατον σὺν ταῖς θησαυρω. ἀνθʼ ὧν συνκομιδὴ ἀρτάβαι Βξθ 𐅵 δέκατον εἰκοστόν. πλήρης. γ ἔτους ὁμοίως ἄλλου ἀναλώματος κριθῆς ἀρτάβαι λϛ γ πεντεκαιδέκατονκαὶ διαφόρου μέτρου ἀρτάβαι η πέμπτον γίνονται ἀρτάβαι μδ 𐅵 δέκατον. εἰς χρῆσιν ἀρτάβαι β. Ἁθὺρ κζ τοῖς ἵπποις ἀναβαίνουσιν εἰς τὴν πόλιν ἀρτάβαι ι. Ἁθὺρ κη Ὀννῶφρι υἱῷ Ἀκιάριος ἀρτάβαι δ. Χοίακ εἰς ζῦτον Νικαρίῳ τοῖς Νιλαίοις ἀρτάβης 𐅵. τῷ Μόσχῳ ἀρτάβη α εἰς θησαυρὸν Τεπτυνέως εἰς τὰ δημόσια Αὐδ…ητος οἰκοδόμου ἀρτάβαι β 𐅵 πέμπτον. Ἁθὺρ α ἕως Χοίακ α ἡμερῶν λα ὄνοις η κριθῆς ἐκ χοινίκων η ἀρτάβαι ϛ πέμπτον. τοῖς ὄνοις τῆς Ἰβιῶνος ὑπάγουσιν ἐπὶ σχοινία ἀρτάβαι ε. σπέρματα κλήρου ψυγμοῦ Θεογονίδος ϛ χο ἀρτάβαι β. σπέρματα κλήρου Κατηγόρου δ χο ἀρτάβαι ι πέμπτον εἰκοστόν. Χοίακ κϛ εἰς ζῦτον ἀπενέχθη εἰς τὴν πόλιν ἀρτάβη α. ιζ ὄνῳ ἀναβάντι εἰς τὴν πόλιν ὑπὸ πυροῦ ἀρτάβας γ χοῖνιξ α. κ ὄνοις ζ ἀναβᾶσι εἰς τὴν πόλιν ὑπὸ ξύλα ἀρτάβαι ε λείποντος χοίνικος. Χοίακ ε κοπρηγοῖς εἰς τὸ η ἀρουρ ὄνοις η ἀρτάβαι ε. ϛ ὁμοίως κοπρηγοῖς ὄνοις ε ἀρτάβαι ι καὶ χοῖνιξ. ζ ὁμοίως κοπρηγοῖς ὄνοις ε ἀρτάβαι ι καὶ χοῖνιξ. σπέρματα κλήρου παραδείσου Σαμαρείας κριθῆς δ χο ἀρτάβαι β 𐅵 πέμπτον δέκατον. σπέρματα κλήρου Πόσειτος κριθῆς δ χο ἀρτάβαι β. σπέρματα κλήρου Πόσειτος βυ…οεν κριθῆς ἀρτάβη α πέμπτον. Τῦβι κγ τοῖς βαδιστ ἀναβᾶσιν εἰς τὴν πόλιν κριθῆς ἀρτάβαι ι. Μεχεὶρ β Δωρίωνι τῷ ἀδελφῷ Νικαρίου ἀρτάβης γ πεντεκαιδέκατον. σπέρματα κλήρου ιε ἀρουρῶν Ἥρωνος Πασίωνος ἀρτάβη α πέμπτον δέκατον. σπέρματα κλήρου Ψαρβα μέτρῳ κολοβ ἀρτάβαι ε. ζ εἰς τὴν πόλιν διὰ Ὀννώφρεως ποιμένος Παυλείνου κριθῆς δρόμῳ ἀρτάβη α πέμπτον αἱ γινόμεναι κολ ἀρτάβη α ιγ πεντεκαιδέκατον εἰκοστόν.

---

Documentary Papyri, P.Mil. Vogl. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;1.
