# P.Mil. Vogl. 2 105

Documentary Papyri, P.Mil. Vogl. 2, P.Mil. Vogl. 2 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-2/105
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-2/105

ἐξ εἰρομένου γραφείου κώμης Τεπτύνεως ἔτους …Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεσορὴ κγ. ὁμολοῦσι Σαραπᾶς Χαριδήμου ὡς ἐτῶν λη οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πρωτᾶς Τεφερσῶτος ὡς ἐτῶν λβ οὐλὴ ἀντίχειρι ἀριστερῷ καὶ Ὀρσεὺς Ἁρεώτου ὡς ἐτῶν ν οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πουῆρις Ἀματίωνος ὡς ἐτῶν κε οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν καὶ Ἥρων Κρονίωνος ὡς ἐτῶν πε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Ἥρων ἀπελεύθερος Ἡρακλείας ὡς ἐτῶν λ ἄσημος καὶ Πρωτᾶς Κρονίωνος ὡς ἐτῶν κε οὐλὴ χειρὶ ἀριστερᾷ καὶ …τ…ων Ἀφροδισίου ὡς ἐτῶν λ ἄσημος καὶ Ἥρων Ἁπροχρατίωνος ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Μάρων Νείλου ὡς ἐτῶν λε οὐλὴ γόνατι δεξιῷ καὶ Ὀρσῆς πρεσβύτερος Ὀρσήους ὡς ἐτῶν ξδ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πρωτᾶς Κρονίωνος τοῦ Νεκφεραῦτος ὡς ἐτῶν λ γόνατι ἀριστερῷ, οἱ δεκαδύο πρεσβύτεροι κώμης Τεβτύνεως καὶ οἱ λοιποὶ γεωργοὶ μεμισθωκέναι αὐτῷ Διδύμῳ εἰς ἔτη ὀκτὼ ἀπὸ τοῦ ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰ ὄντα καὶ ἐσόμενα κτάμια καὶ νομὰς χειμερινὰς καὶ θερινὰς τῆς περὶ τὴν κώμην κατακλῆς τοῦ δρυμοῦ Θεοῦ λεγομένου ἀναγραφομένα ἐν λόγῳ ἐπιτρίτου εἰς κατανέμησιν ὧν ἐὰν αἱρῇ ὁ Δίδυμος προβάτων καὶ αἰγῶν καὶ ἀπέχειν τοὺς ὁμολοῦντας παρὰ τοῦ Διδύμου ἐκ προδόματος τοὺς φόρους τῶν ὀκτὼ ἐτῶν ἀπὸ τοῦ ιζ ἔτους διὰ χειρὸςκαὶ βεβαιώσειν ἀπὸ δημοσίων καὶ παντὸς εἴδους, μενουσῶν κυρίων ὧν ἔχει ὁ Δίδυμος τῶν ὁμολογούντων μισθώσεων.

---

Documentary Papyri, P.Mil. Vogl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;2.
