# P.Mil. Vogl. 2 69a.3.82-69a.7.172

Documentary Papyri, P.Mil. Vogl. 2, 69a.3.82 to 69a.7.172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-2/69a.3.82
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-2/69a.3.82

…ο δραχμαὶ ρν δραχμαὶ ρν δ ὁμοίως ἐκ τούτων ἐργάται γ ἀνὰ ὀβολοὺς ζ ὀβολοὶ κα καὶ ἄλλας ἐργάται γ ὀβολοὶ ιη ε ὁμοίως ἐργάται γ ὀβολοὶ κα καὶ ἄλλας ἐργάται γ ὀβολοὶ ιη τιμῆς κεραμίδων εἰς τὴν μηχανὴν τοῦ η ἀρουρῶν δραχμαὶ κδ αἴροντες ἄχυρον εἰς τὴν πλαστὴν ὄνοι β δραχμαὶ δ γεμίζων ἐργάτης α ὀβολοὶ η ἐλαύνων ἐργάτης α ὀβολοὶ η ϛ ἐκτάσσων ἐργάται β ἀνὰ ὀβολοὺς ζ ὀβολοὶ ιδ καὶ ἐργάται γ ἀνὰ ὀβολοὺς ϛ ὀβολοὶ ιη ἀντλοῦντες ἐργάται δ ἀνὰ ὀβολοὺς ζ ὀβολοὶ κη ἀντηρεύων παιδίον ἐργάτης α ὀβολοὶ δ αἴροντες ἄχυρον ὄνοι γ δραχμαὶ ϛ γεμίζων ἐργάτης α ὀβολοὶ η ἐλαύνων ἐργάτης α ὀβολοὶ η καὶ πρὸ τῶν ὄνων ἐν ἀγρῷ ἐργάτης α ὀβολοὶ η ζ αἴροντες ὄροβον ὄνοι β δραχμαὶ δ ἐπικόπτοντες ὄροβον ἐργάται β ὀβολοὶ ιϛ ἐλαύνων ἐργάτης α ὀβολοὶ η η ὁμοίως ὄνοι β δραχμαὶ δ ἐπικόπτοντες ὄροβον ἐργάται β ὀβολοὶ ιϛ ἐλαύνων ἐργάτης α ὀβολοὶ η θ ὁμοίως ὄνοι β δραχμαὶ δ ἐπικόπτοντες ὄροβον ἐργάται β ὀβολοὶ ιϛ ἐλαύνων ἐργάτης α ὀβολοὶ η ι ὁμοίως ὄνοι β δραχμαὶ δ καὶ ἐργάται γ ὀβολοὶ κδ δραχμαὶ ρϛ ὀβολοὶ δ αἴρων ὄροβον ἔσω εἰς τὸ κτῆμα ἐργάτης α ὀβολοὶ η τέμνοντες ἐλείτην κάλαμον ἐργάται δ ὀβολοὶ λβ τιμῆς ἀχύρου ὀβολοὶ κ τῷ οἰκοδόμῳ ὑπὲρ μισθοῦ τῆς πλαστῆς δραχμαὶ νϛ γίνονται δραχμαὶ ξβη ὀβολοὶ ε λήμματος καλάμου ἀπὸ καλαμίας Τκηεῖτος φορτία τη καὶ τῶν τοῦ Ἀρητᾶτος φορτία ρπδ καὶ ἀπὸ τῆς καλαμίας τοῦ η ἀρουρῶν φορτία ν γίνονται φορτία χνη. λήμματος σχοινίων ὁμοίως δυσμῶν ξδ καὶ ἠγόρακα δυσμῶν ε γίνονται σχοινίων ξθ. τούτων ἀνήλωμα εἰς τὸν η ἀρουρῶν· Φαρμοῦθι η καλάμου φορτία ξε σχοινίων δυσμοὶ ρ θ καλάμου φορτία ριε σχοινίων δυσμοὶ ρπε ι καλάμου φορτία λ σχοινίων δυσμοὶ ξ ια καλάμου φορτία πε σχοινίων δυσμοὶ ρλ ιβ καλάμου φορτία οβ σχοινίων δυσμοὶ ϙε ιγ καλάμου φορτία ξ σχοινίων δυσμοὶ ϙη ιδ καλάμου φορτία με σχοινίων δυσμοὶ ρ ιε καλάμου φορτία μη σχοινίων δυσμοὶ ρβ ιϛ καλάμου φορτία ν σχοινίων δυσμοὶ ρε ιη καλάμου φορτία κε σχοινίων δυσμοὶ ξε ιθ καλάμου φορτία λζ σχοινίων δυσμοὶ μϛ κ καλάμου φορτία κϛ σχοινίων δυσμοὶ λδ γίνονται τοῦ η ἀρουρῶν καλάμου

---

Documentary Papyri, P.Mil. Vogl. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;2.
