# P.Mil. Vogl. 6 267

Documentary Papyri, P.Mil. Vogl. 6, P.Mil. Vogl. 6 267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-6/267
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-6/267

… ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου κλήρου κατοικικοῦ Βουβάλου λεγομένου ἐν μιᾷ σφραγῖδι περὶ κώμην Θεογονίδα, ἐκφορίου ἐπὶ τὴν ἑξαετίαν κατʼ ἔτος σὺν αἷς λήψομαι παρʼ ὑμῶν σπέρμασι πυροῦ ἀρτάβαις ὀκτὼ διμοίρῳ καὶ κριθῆς ἀρτάβῃ ἄλλῃ μιᾷ τοῦ παντὸς τοῦ προκειμένου ἡμίσους μέρους κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι μιᾶς ἡμίσους καὶ κριθῆς ἀρταβῶν δεκατεσσάρων καὶ θαλλοῦ κατʼ ἔτος πυροῦ ἡμιαρταβίου καὶ ὀρνίθων δύο ἀξίας ἑκάστης δραχμῶν δύο , πάντων δὲ ἀνυπολόγων καὶ ἀκινδύνων, τὰ δὲ ἐκφόρια μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ Θεογονίδος· καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ὅσα καθήκει τοῦ ἡμίσους μέρους γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων τὰς ἀρούρας κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος πυρῷ, τὸ δὲ λοιπὸν ἥμισυ ἐπὶ μὲν τὰ πρῶτα ἔτη πέντε οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου, τῷ δὲ ἐσχάτῳ ἔτει ἀναπαύσω τὸ αὐτὸ ἥμισυ μέρος χόρτῳ καταβρώματος προβάτων καὶ κοιτασμοῦ, καὶ τὰ ἐκφόρια ἀποδώσω ὑμῖν κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῶν δημοσίων φορέτρων καὶ τοῦ διδομένου ὀνηλατικοῦ ὄντων πρὸς ἐμὲ τὸν Πρωτᾶν, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ὑμᾶς τὰς περὶ τὴν Πρωτοῦν. ἔσχον δὲ παρʼ ὑμῶν ἅμα τῷ ἀναφορίῳ εἰς προχρείας λόγον ὧν ἐπιτελέσω ἐν τῷ κλήρῳ ἔργων ἀργυρίου δραχμὰς πεντήκοντα , ἃς καὶ ἀποδώσω ὑμῖν τῷ ἐσχάτῳ ἔτει τῆς μισθώσεως ἅμα τῇ τῶν ἐκφορίων παραδόσει ἀτοκὶ καὶ ἀνυπερθέτως, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ μισθούμενον ἥμισυ μέρος καθαρὸν ἀπὸ ἀγρώστεως δείσης πάσης. βεβαιώσετε δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων καὶ ἀμεταμίσθωτον καὶ ἀναυτούργητον καὶ ἀνυπέρβολον. ἐὰν φαίνηται μισθῶσαι. ἀντίγραφον ὑπογραφῆς. Πρωτᾶς Κρονίωνος ἐπιδέδωκα τὸ ἀναφόριον καὶ ἔσχον τὰς δραχμὰς πεντήκοντα καὶ ἀποδώσω τῷ ἐσχάτῳ ἔτει καθὼς πρόκιται. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. Διόσκορος ε…ιν τὸ προκείμενον ἀντίγραφον συνγραφῆς …

---

Documentary Papyri, P.Mil. Vogl. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;6.
