# P.Mil. Vogl. 6 290

Documentary Papyri, P.Mil. Vogl. 6, P.Mil. Vogl. 6 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mil-vogl-6/290
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mil-vogl-6/290

… … βούλομαι μισθώσασθαι … παρὰ σοῦ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος εν… …π…ν… …ου… …ων… … ἓξ ἢ ὅσαι ἐὰν ὦσι· τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος τῆς μισθώσεως ἀρούρας μὲν τέσσαρας εἰς σπορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας δύο εἰς σπορὰν κριθῆς, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς χορηγήσεις μοι σπέρμασι πυροῦ ἀρτάβαις τέσσαρσι καὶ κριθῆς ἀρτάβαις δυσὶ τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν πεντήκοντα ἓξ καὶ κριθῆς ἀρταβῶν … τεσσάρων , πάντων μέτρῳ τετραχοινίκωι θησαυροῦ κώμης Κερκήσεως· τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος εἰς σπορὰν χόρτων, ἀφʼ ὧν μὲν ἀρούρας τέσσαρας καταβρώματος προβάτων καὶ κοιτασμοῦ καὶ τὰς λοιπὰς ἀρούρας δύο καταβρώματος βοικῶν καὶ κοιτασμοῦ, φόρου ἐπὶ τὴν διετίαν κατʼ ἔτος ἄνευ σπερμάτων ἀργυρίου δραχμῶν ἑκατὸν … καὶ θαλλῶν ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ἀλέκτορος ἑνὸς ἀξίου δραχμῶν τεσσάρων καὶ ἐπὶ τὸ πρῶτον καὶ τρίτον ἔτος προστατικοῦ κριθῆς ἀρτάβης ἥμισυ , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων· καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν· καὶ τὰ ἐκφόρια ἀποδώσω κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ καὶ ἄδολα, τὸν δὲ φόρον ἐν μηνὶ Φαμενώθ, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, πρὸς ἐμὲ ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων οὔσης πρὸς σέ· καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπʼ ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου καὶ ἀρούρας τέσσαρας ὑπεσχισμένας διὰ ταυρικῶν ὑποσχισμοῦ· βεβαιώσεις δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων πάντων· ἐὰν φαίνηται μισθῶσαι.

---

Documentary Papyri, P.Mil. Vogl. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mil.vogl;6.
