# P. Münch. 1 1.r.33-60

Documentary Papyri, P. Münch. 1, 1.r.33 to 1.r.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/1.r.33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/1.r.33

λόγον ἔχειν πρὸς σὲ τὸν προειρημένον Ἰάκωβον τὸν ἀδελφὸν ἡμῶν μηδὲ ἕξειν περὶ τῆς προχρείας τῆς ὑπολειφθείσης παρὰ τοῦ μνημονευθέντος Δίου πατρὸς ἡμῶν μηδὲ περὶ οἱουδήποτε πράγματος προσήκοντος τῇ πατρῴᾳ ἡμῶν κληρονομίᾳ, μικροῦ ἢ μεγάλου νοηθέντος ἢ μὴ νοηθέντος λεχθέντος ἢ μὴ λεχθέντος ἐλθόντος εἰς μέσον ἢ μὴ ἐλθόντος ταγέντος ταύτῃ τῇ διαλύσει ἢ μὴ ταγέντος, ἁπλῶς οὐκ ἐπελευσόμεθά σοι οὐχ ἡμεῖς αὐτοὶ οὐ κληρονόμοι ἡμῶν οὐ διάδοχοι οὐ διακάτοχοι μηδὲ ἐνάξωμέν σοι μηδὲ κληρονόμοις σοῖς ἢ διαδόχοις ἢ διακατόχοις μηδὲ ἐγκαλέσωμεν μηδὲ παραβαίνωμεν ἢ παρασαλεύσωμεν ταύτην τὴν διάλυσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθοδον ἢ εὑρεσιλογίαν ἐν δικαστηρίῳ μηδὲ ἐκτὸς δικαστηρίου διὰ τὸ ὡς προείπαμεν ἀπηλλάχθαι ἡμᾶς πρὸς σὲ περὶ πάντων καὶ ἐσβέσθαι πᾶν σπέρμα δίκης καὶ ἐναγωγῆς ἁρμοζούσης ταύτῃ τῇ ὑποθέσει ἢ καὶ ἁρμόσαι δυναμένης. καὶ πρὸς ἐπὶ τούτοις ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ τε παντοκράτορος θεοῦ καὶ νίκης καὶ εὐσεβείας τῶν κρατίστων δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Ἰουστίνου Νέου καὶ Αἰλίας Σοφᾶς τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων, μὴ ἐπιφυῆναί σοι μηδὲ ἐνάγειν μηδὲ ἐγκαλεῖν ἔτι μηδὲ παραβῆναι μηδὲ παρασαλεῦσαι ταύτην τὴν διάλυσιν. εἰ δὲ βουληθείημεν ἐν καιρῷ πώποτε ἐνάγειν σοι ἢ ἐπεξιέναι σοι ταύτης ἕνεκεν τῆς ὑποθέσεως, πρῶτον μὲν ἔνοχοι φανησόμεθα τῷ θείῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ ἐγκλήματι, ἔπειτα δὲ ἐπιγνωσόμεθα λόγῳ ἐπιχειρήσεως καὶ παραβάσεως χρυσοῦ ὀγκίαι δύο γίνονται χρυσοῦ ὀγκίαι β μετὰ καὶ τοῦ μηθὲν ἰσχύειν κατὰ τῶν συντεταγμένων ταύτῃ τῇ διαλύσει, ἥνπερ εἰς σὴν ἀσφάλειαν πεποιήμεθα κυρίαν καὶ βεβαίαν καὶ ἔννομον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν . δῆλον δὲ ὅτι ἐδεξάμεθα παρὰ σοῦ νομισμάτιον ἓν ζυγῷ Συήνης, ὅπερ δέδωκεν σοὶ ὁ μνημονευθεὶς ἡμῶν πατὴρ Δῖος ὑπὲρ στρατευσίμου τοῦ υἱοῦ σοῦ καὶ οὐδένα λόγον ἔχομεν πρὸς σὲ περὶ τούτου διὰ τὸ ὡς προείπαμεν εἰληφέναι παρὰ σοῦ καὶ οὕτως ὡμολογήσαμεν . Αὐρήλιοι Βίκτωρ καὶ Παείων καὶ Τσία ἐκ πατρὸς Δίου Πασαροεὶ ἐκ μητρὸς Τλοὺ τῆς πειθομένης καὶ συνευδοκούσης οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν διάλυσιν καὶ στοιχεῖ ἡμῖν ὡς πρόκειται. Φλαύιος Ἰακὼβ Βασιλείδου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Φλαύιος Μηνᾶς Διδύμου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἄπα Δῖος Μαρτίου ἀπὸ

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
