# P. Münch. 1 12.1-26

Documentary Papyri, P. Münch. 1, 12.1 to 12.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/12.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/12.1

ἔτους ἐνάτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους ἑβδόμου … τῆς ἐνάτης ἰνδικτίονος ἐν Συήνῃ. Φλαύιος Κυριακὸς Μηνᾶ στρατιώτης καβαλλάριος ἀριθμοῦ Συήνης ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων καὶ μάρτυρας ἀξιοπίστους τοὺς ἑξῆς μαρτυροῦντας ταύτῃ τῇ πράσει Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ μητρὸς Τσίας στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ἀπὸ Συήνης καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κοκὼ θυγατρὶ Ἰακώβου μητρὸς Ταπίας ἀπὸ τῆς αὐτῆς Συήνης ὁρμωμένῃ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Κυριακὸς ἑκὼν καὶ πεπεισμένος ἄνευ δόλου παντὸς καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ περιγραφῆς πάσης, ἀλλʼ αὐθαιρέτῳ γνώμῃ καὶ ἀμεταβλήτῳ σκοπῷ καὶ ἀμετατρέπτῳ λογισμῷ ὀρθῇ διανοίᾳ βεβαίᾳ πίστει πεπεισμένῃ προαιρέσει συνειδήσει εἰλικρινεῖ πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθίῳ καὶ Κοκὼ καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νυνὶ ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ πάσῃ ἐξουσίᾳ καὶ αἰωνίᾳ κατοχῇ κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως κείμενον νόμον τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἀπὸ πάσης ὁλοκλήρου οἰκίας, οἵας ἐστὶν διαθέσεως ἀπὸ ἐδάφους ἕως ἀέρος, ἧς καὶ τὸ ἄλλο ἥμισυ ἀνήκει Ἰακώβου ἀποιχομένου πατρός σου Κοκὼ τῆς ὠνουμένης, ἔτι μὴν καὶ συμπεπρακέναι ὑμῖν τὰ ὑπάρχοντά μοι γο…ο… κοινωνιμαῖα χρηστήρια ἀπὸ τοῦ προθύρου καὶ πυλῶνος καὶ πεσσοῦ καὶ αἰθρίων καὶ κλιβάνου ἀκολούθως τῇ γεναμένῃ μοι πράσει καὶ δεδωκέναι ὑμῖν αὐτὴν εἰς μείζονα ἀσφάλειαν, διακειμένην τὴν αὐτὴν οἰκίαν ἐν Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύρας τοῦ δημοσίου καμηλῶνος βασταγῆς τῶν ἀπὸ Φιλῶν καὶ τῆς οἰκίας Ἀβραὰμ Παχυμίου. γείτονες δὲ τῆς πάσης ὁλοκλήρου οἰκίας, ἀφʼ ἧς πέπρακα ὑμῖν τὸ αἱροῦν μοι ἥμισυ μέρος ἀπὸ τοῦ κελλίου ἐν πρώτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην καὶ ἀπὸ τοῦ ἐπάνωθεν αὐτοῦ συμποσίου ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς λίβα εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ ἀπὸ τοῦ ὑποπεσσίου ἤτοι τχῆρε ἐν πρώτῃ στέγῃ καὶ ἀπὸ τοῦ νοτίνου συμποσίου ἐν τρίτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὸ κοινωνιμιαῖον αἴθριον καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ δώματος ἕως ἀέρος καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ μεγάλου δώματος ἕως ἀέρος καὶ τὸ ἥμισυ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἄχρι ἀέρος νότου ἡ τυφλὴ καὶ στενὴ ῥύμη καὶ ἡ οἰκία Ἀβρααμίου Παχυμίου, βορρᾶ ῥύμη δημοσία, ἀπηλιώτου ἡ οἰκία Ἀβρααμίου Παχυμίου, λιβὸς ἡ οἰκία Ἀλλάμονος

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
