# P. Münch. 1 13.47-71

Documentary Papyri, P. Münch. 1, 13.47 to 13.71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/13.47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/13.47

καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν καὶ κληρονόμοις καὶ διαδόχοις καταλιμπάνειν κτᾶσθαι χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ καὶ παντὶ κατὰ νόμους τρόπῳ καὶ πάντα πράττειν καὶ ὅσα νόμοι ἐπιτρέπουσιν τοῖς αὐτοτελέσι δεσπόταις καὶ ὅσα τοῖς ἀναμφισβητήτοις δεσπόταις ἔξεστιν παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ κατὰ πᾶσαν ἐξουσίαν καὶ δεσποτείαν καὶ κατοχὴν αἰωνίαν κυρίως τε καὶ ἀνεπικωλύτως τοῦ αὐτοῦ ἡμίσεως μέρους ἡμῶν αὐλῆς, ἡμῶν δὲ τῶν προγεγραμμένων Τσώνη καὶ Τσεῦρε ἀδελφῶν αὐτῆς τῶν πεπρακυιῶν ἢ καὶ μηδενὸς τέκνων ἢ ἐγγόνων ἢ ξένων ἢ οἰκείων πρὸς πατρὸς ἢ πρὸς μητρὸς μὴ δυναμένων μηδὲ δυνησομένων ἐπελεύσεσθαι ὑμῖν ἢ τέκνοις ὑμῶν ἢ ἐγγόνοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἐνάγειν ἢ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ταύτης ἕνεκεν τῆς πράσεως ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν πρᾶσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ ἢ χρόνῳ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προείπαμεν ἀπεσχηκέναι ἡμᾶς παρʼ ὑμῶν τελείαν τὴν προτεταγμένην τιμὴν ἐν νομισματίῳ ἑνὶ τρίτῳ ζυγῷ Συήνης. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ ἀντιποιηθῆναι ἐπιχειροῦντα τούτου ἕνεκεν τοῦ ἡμίσεως μέρους ἡμῶν αὐλῆς ἐκ θεμελίων ἕως ἀέρος ἡμεῖς αἱ προγεγραμμέναι καὶ πεπρακυῖαι ἐκστήσωμεν καὶ ἐκδικήσωμεν καὶ ἀποσοβήσωμεν καὶ καθαροποιήσωμεν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι καὶ κληρονόμων ἡμῶν. εἰ δὲ μὴ δυνηθείημεν τὴν ἐκδίκησιν καὶ τὴν καθαροποίησιν ταύτης ἕνεκεν τῆς πράσεως, ἐφʼ ᾧ ἡμᾶς διδόναι λόγῳ καταδίκης καὶ παραβάσεως χρυσοῦ νομίσματα ἓξ ζυγῷ Συήνης ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἡμῶν ὑποστάσεως καὶ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα καὶ ζημιώματα καὶ εἶθʼ οὕτως ἐπάναγκες στέρξαι καὶ ἐμμεῖναι τούτῳ τῷ ἀπαραβάτῳ καὶ ἀσαλεύτῳ ἐγγράφῳ ὠνιακῷ συμβολαίῳ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται. καὶ πρὸς ὑμῶν ἀσφάλειαν πεποιήμεθα ταύτην τὴν παροῦσαν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν παντὶ τόπῳ ἢ χρόνῳ μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτύρων μαρτυρούντων κατʼ ἐπιτροπὴν ἡμῶν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεῖσαι κατὰ πρόσωπον εἰς προσώπον ὡμολογήσαμεν καὶ ἀπελύσαμεν ταῦθʼ οὕτως καλῶς ὀρθῶς δικαίως ἔχειν ποιεῖν δώσειν φυλάττειν ἐμμένειν διατηρεῖν εἰς πέρας ἄγειν καὶ εἰς τέλος συνελάσαι, φυλαχθῆναι ἡμεῖς τε καὶ οἱ μεθʼ ἡμᾶς εἰς ἅπαντα, ἀναγνωσθέντα καὶ ἑρμηνευθέντα ἡμῖν κατὰ τὴν αἰγυπτιακὴν γλῶτταν

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
