# P. Münch. 1 14.r.40-73

Documentary Papyri, P. Münch. 1, 14.r.40 to 14.r.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/14.r.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/14.r.40

ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας, διʼ ἧς ἐπέκρινεν καὶ συνεῖδεν δοθῆναι Ἰωάννῃ παρὰ τῆς μητρὸς αὐτοῦ νομίσματα τέσσερα , καὶ αὐτοῦ Ἰωάννου ἐπιμείναντος καὶ λέγοντος, ὡς ἐμποδισθεὶς παρὰ Πατερμουθίου τοῦ εἰρημένου λαβεῖν παρὰ τῆς μητρὸς αὐτοῦ τὰ αὐτὰ νομίσματα τέσσερα ᾐτιάσατο αὐτόν, συνεῖδεν καὶ ἐπέκρινεν ὁ προειρημένος θεοφιλέστατος διαιτητής, ὥστε πρὸ παντὸς λόγου καταβαλεῖν Ἰωάννην τὸν προλελεγμένον ἐπὶ Πατερμοῦθιν χρυσοῦ νομίσματα πέντε ὑπὲρ ἧς ἔλεγεν δεδόσθαι ζημίας παρʼ αὐτοῦ τῷ βικαρίῳ τῆς Ἑρμωνθιτῶν, ἔχειν δὲ αὐτὸν Ἰωάννην πρὸς Ταπίαν πρὸς τὴν μεσιτείαν τὴν γενομένην εἰς αὐτὸν καὶ αὐτὴν τὴν μητέρα αὐτοῦ, καὶ οὕτως γενέσθαι παρὰ τῶν ἀμφοτέρων μερῶν γενικὰς διαλύσεις εἰς ἑαυτούς. τούτων οὕτως ἐπικριθέντων παρὰ Σερῆυ τοῦ προγεγραμμένου θεοφιλεστάτου πρεσβυτέρου, καθʼ ἑαυτοὺς γενόμενοι συνῄνεσαν πρὸς ἀλλήλους φιλικῶς, ὥστε καταλογισθῆναι Πατερμουθίῳ ὑπὲρ Ἰωάννου τὰ τέσσερα νομίσματα, ἅπερ ὡρίσθη λαβεῖν παρὰ Ταπίας τῆς μητρὸς αὐτοῦ πενθερᾶς δὲ τοῦ αὐτοῦ Πατερμουθίου, καὶ λαβεῖν παρὰ τοῦ αὐτοῦ Ἰωάννου ἄλλο ἓν νόμισμα εἰς συμπλήρωσιν τῶν πέντε νομισμάτων πρὸς τὴν μεσιτείαν τοῦ αὐτοῦ θεοφιλεστάτου πρεσβυτέρου. τούτων οὕτως γενομένων καὶ ἀπαλλαγέντων πρὸς ἀλλήλους εἰς ταύτην εἰκότως ἀφίκοντο οἱ προειρημένοι Ἰωάννης καὶ Πατερμοῦθις τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦσιν ἑκουσίᾳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ διανοίᾳ καὶ ἀτρέπτῳ λογισμῷ δόλου παντὸς χωρὶς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείας καὶ κακοηθείας καὶ ἐλαττώματός τινος καὶ παντὸς φαύλου διανοήματος, Ἰωάννης μὲν διὰ Πσῆρε τοῦ προγεγραμμένου αὐτοῦ ἐγγυητοῦ καὶ γνωμαναδόχου, μηκέτι μηδένα λόγον ἔχειν πρὸς Πατερμοῦθιν μήτε πρὸς Κακὸ τὴν αὐτοῦ σύμβιον μήτε πρὸς Ταπίαν τὴν μητέρα αὐτοῦ τε καὶ Κακὸ μήτε πρὸς κληρονόμους αὐτῶν ἢ διαδόχους ἢ διακατόχους οὐκ ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθοδον ἢ εὑρεσιλογίαν μήτε μὴν δύνασθαι αὐτὸν δίαιταν κινεῖν κατʼ αὐτοῦ Πατερμουθίου καὶ Κακὸ τῆς αὐτοῦ συμβίου καὶ Ταπίας τῆς προειρημένης μήτε τὴν οἱανδήποτε ζήτησιν ἐπιξῦσαι αὐτῶν ἐν οἱῳδήποτε καιρῷ ἢ χρόνῳ οὐκ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ ἑαυτοῦ οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου οὐ διὰ θείων βέρβων περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἀνήκοντος τῇ κληρονομίᾳ τῶν γονέων αὐτοῦ, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν κρίσει καὶ μεσιτείᾳ τοῦ προειρημένου διαιτητοῦ κατὰ τὸν προαφηγηθέντα τρόπον.

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
