# P. Münch. 1 6.FrA.1-6.ctr.36

Documentary Papyri, P. Münch. 1, 6.FrA.1 to 6.ctr.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/6.FrA.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/6.FrA.1

ἔτους πρώτου Παῦνι τρεισκαιδεκάτῃ δευτέρας ἰνδικτίονος Φλαύιος Μᾶρκος σχολαστικὸς ἔκρινα τὰ ὑποτεταγμένα … Ἰωάννης ὁ προμνημονευ… καὶ ἡ τούτου μήτηρ ἀπὸ το… Συήνης … πράγματα ἡ δὲ αν… σκοπεῖν δ… καὶ προδια… ἐδίδαξεν τὰ πράγματα περὶ ὧν ἡ κίνησις κοινὰ εἶναι αὐτῇ τε καὶ τῷ μακαριωτάτῳ αὐτῆς ἀνδρί, τοῖς γὰρ κοινοῖς πόνοις προσκτηθῆναι αὐτοῖς ὅσα καὶ προσεκτήθη. πλὴν καὶ τούτων οὕτως ὄντων κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν συνελθεῖν αὐτοὺς καὶ τὰ πράγματα εἰς τρία διαιρεθῆναι μέρη καὶ αὐτὴν μὲν λαβεῖν τρίτον μέρος, Ἰωάννην δὲ τὸν εἰρημένον αὐτῆς υἱὸν τρίτον μέρος καὶ Κακὸ τὴν αὐτῆς θυγατέρα τρίτον μέρος, ὅρκου ἐπακτοῦ καταβληθέντος παρʼ αὐτῆς περὶ τοῦ ὅτι οὐδὲν ἀπεκρύψατο. μετὰ δὲ τὴν διαίρεσιν τῶν πραγμάτων Ἰωάννην τὸν αὐτῆς υἱὸν προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθωσιωμένῳ ἀπὸ τριβούνων καὶ τοποτηρητῇ τοῦ λιμίτου καὶ ἐπαγγείλασθαι αὐτῷ ἀντὶ τῆς μητρὸς συνκληρονόμον αὐτὸν ποιῆσαι καὶ δοῦναι αὐτῷ τὸ τρίτον μέρος τῶν ἀπὸ τοῦ πατρὸς καταλειφθέντων, εἰ ἀποστείλῃ τινὰ τὸν ὀφείλοντα τὰ πράγματα ἀποσπάσαι ἐκ τῆς αὐτοῦ μητρός. Μηνᾶν δὲ τὸν λαμπρότατον δεξάμενον τὰς ἐπαγγελίας παρὰ Ἰωάννου τοῦ ἑαυτῆς υἱοῦ πέμψαι εἰς τῷ εἰρημένῳ φρουρίῳ Κωνστάντιν τὸν καθωσιωμένον καὶ ἀπαιτῆσαι αὐτὴν μετὰ ἐκβιβασμῶν νομίσματα τριάκοντα τρία ὡς τῆς πάσης ὑποστάσεως συντιμηθείσης εἰς νομίσματα ἑκατόν , ὥστε αὐτὴν ἀλλοτριωθῆναι παντελῶς τῶν εἰρημένων πραγμάτων καίτοι κοινῶν αὐτῇ ὄντων πρὸς τὸν ἄνδρα. Ἰωάννης δὲ ὁ ταύτης παῖς, ἀκηκοὼς τῶν εἰρημένων παρὰ Ταπίας τῆς αὐτοῦ μητρός, συνέθετο μὲν τῷ ὅτι κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν διενείμαντο πρὸς ἑαυτοὺς τὰ πράγματα ἀνὰ τὸ τρίτον καὶ ὅτι ὅρκος περὶ συνειδήσεως παρʼ αὐτῆς καταβέβληται, εὑρηκέναι δὲ αὐτὴν μετὰ τὸν ὅρκον ἓν καὶ δεύτερον εἶδος χαλκωμάτων ἀποκρύψασαν καὶ ὕστερον ἐνεγκοῦσαν εἰς μέσον, ὥστε πρόφασιν δοθῆναι τοῦ μὴ χρῆναι καταπιστεῦσαι αὐτῇ, καὶ ἐντεῦθεν προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθωσιωμένῳ τοποτηρητῇ τότε ὄντι τοῦ λιμίτου καὶ συντάξασθαι αὐτῷ τὴν τρίτην μοῖραν τῶν καταλειφθέντων πραγμάτων, καὶ ἐκεῖνον πέμψαι καὶ ἀπαιτῆσαι αὐτὴν τὸ παρʼ αὐτῆς μνημονευθὲν χρυσίον· καὶ τούτῳ γὰρ τῷ λόγῳ οὐδὲ ἀντειπεῖν ἔσχεν Ἰωάννης ὁ αὐτῆς υἱός, ἀλλὰ καὶ ἀπραγμόνως συνέθετο. ἔλεγεν δὲ ἕτερα πάνυ πολλὰ πράγματα ἔν τε ἱματίοις καὶ χαλκώμασιν καὶ γραμματείοις ἀποσυλῆσαι τὴν ἑαυτοῦ μητέρα, καὶ ἐκεῖνα οὖν ἐξεδίκει ζητῶν ἀναλαβεῖν. καὶ τὰ περὶ τούτου πιστούμενος παρήγαγον Ἰάκκωβον υἱὸν Πραιποσίτου καὶ Κόμιτα

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
