# P. Münch. 1 9.40-76

Documentary Papyri, P. Münch. 1, 9.40 to 9.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-munch-1/9.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-munch-1/9.40

ἔτι μὴν καὶ πεπρακέναι σοι καὶ τὸ μέρος μου ἀπὸ τῆς οἰκίας τοῦ πατρός μου Τσίου πρὸς τὸν μερισμόν, τῆς αὐτῆς οἰκίας διακειμένης ἐν τῇ αὐτῇ λαύρᾳ, ἔτι μὴν καὶ τὸ μέρος μου ἀπὸ τῆς μικρᾶς οἰκίας ἐν τῇ αὐτῇ λαύρᾳ, περιελθὸν εἰς ἐμὲ οὕτως· μέρος μὲν ἀπὸ κληρονομίας τῆς μητρός μου, μέρος δὲ ἀπὸ πατρῴας κληρονομίας, οἵας ἐστὶν διαθέσεως ἀπὸ θεμελίων ἕως ἀέρος. ἁπλῶς οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τῶν τριῶν οἰκημάτων τῆς μητρός μου καὶ τοῦ πατρὸς κατὰ τὸ λαχόν μοι μέρος σὺν τῷ μέρει τῶν ὅλων χρηστηρίων ο, κοινῶν δὲ ὄντων καὶ ἀδιαιρέτων εἰς ἐμὲ καὶ εἰς τοὺς ἄλλους μου ἀδελφούς. προσομολογῶ δὲ καὶ πεπρακέναι τὸ αἱροῦν μοι ἥμισυ μέρος οἰκίας, τὸ περιελθὸν εἰς ἐμὲ ἐκ δικαίας ἀγορασίας παρὰ Ἰωάννου Πατεχνουμίου, ἧς καὶ τὸ ἄλλο ἥμισυ μέρος ἀνήκειν τῷ εὐμοίρῳ μου ἀνδρὶ ἐξ ἀγορασίας παρὰ τοῦ αὐτοῦ Ἰωάννου, τῆς αὐτῆς οἰκίας διακειμένης ἐν τῇ Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς οἰκίας νότου οἰκία τῶν κληρονόμων Ἄπα Δίου … Ἀβρααμίου ἢ οἳ δʼ ἂν ὦσι γείτονες πάντη πάντοθεν, καθὼς καὶ ἐν στόματι ὑπηγόρευσα ἐγὼ ἡ ἀποδομένη. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τῶν προδεδηλωμένων μερῶν οἰκημάτων πρὸς τὴν δύναμιν τῶν πράσεων καὶ τῶν κλήρων τῶν καὶ ἀναδοθεισῶν εἰς μείζονά ὑμῶν ἀσφάλειαν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισματίων δέκα ζυγῷ τῆς Συηνιτῶν γίνονται χρυσοῦ νομισμάτια ι ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν τιμὴν μὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων μέρος μὲν ἀνήλωσα εἰς τὴν ἀναγκαίαν χρεῖάν μου ἢ διατροφὴν ἐν τῇ Ἀντινοέων, μέρος δὲ δέδωκα εἰς τὴν ὑπερβαίνουσάν μοι ζημίαν ἐν τῇ αὐτῇ πόλει προφάσει Ἰωάννου τοῦ ἐμοῦ ἀδελφοῦ ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρη. καὶ βεβαιώσω ὑμῖν τὴν παροῦσαν πρᾶσιν πάσῃ βαβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ καὶ ἀντιποιησομένου καὶ πρὸς τῷ ὑμᾶς τοὺς πριαμένους ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ ἀνοικοδομεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν κτᾶσθαι χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ ἀκωλύτως τε καὶ ἀνεμποδίστως, καὶ μὴ ἐξεῖναί

---

Documentary Papyri, P. Münch. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.muench;1.
