# P.Nekr. 38

Documentary Papyri, P.Nekr., P.Nekr. 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-nekr/38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-nekr/38

Σατρίῳ Ἀρριανῷ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Σύρου Πετεχῶντος νεωτέρου ἐξωπυλίτου ἀπὸ τοπαρχίας Κύσεως τῆς Ἱβιτῶν πόλεως. ἠγαγόμην ἐμαυτῷ γυναῖκα ὁμόϕυλον Τσεκε τὴν ἐλευθέραν ἐξ ἐλευθέρων γονέων, ἐξ ἧς καὶ πεπαιδοποίημαι. ἐπὶ οὖν Ταβης θυγάτηρ Ἀμμωνίας ἐξωπυλῖτις καὶ Ψάις Λελωι ὁ ταύτης ἀνὴρ ἅμα Ψεννήσει καὶ Στράβωνι υἱοῖς αὐτῶν ἔργον ἀνάξιον τῆς ἅπασι πρυτανευομένης παιδείας, ἴδιον δὲ τῆς ἀπονοίας αὐτῶν ἐνεανίευσαν, καὶ τοὺς προκειμένους σύμβιόν τε καὶ παῖδας ἐμοὺς εἰς τὴν ἑαυτῶν ἑστίαν καθεῖρξαν, δουλείαν τοῖς ἐλευθέροις προσάπτοντες, ὧν ἅπαν μὲν τὸ γένος ἐλεύθερον, ἐλεύθεροι δὲ νῦν περίεισι συγγενεῖς καὶ ἀδελϕοί, ἐμὲ δὲ ὅτι ἀντεῖπον συλλαβόντες, α…ς πληγαῖς ᾐκίσαντο, ἀναγκαίως περὶ πολλῶν τὴν ὁρμὴν ποιούμενος πρὸς τὸ σὸν μεγαλεῖον, ἡγεμὼν δέσποτα, τάδε μαρτύρομαι διαπεμϕθησόμενα τῷ σῷ μεγαλείῳ διὰ τοῦ …ν…νιος τοῦ καὶ ἐπιδόντος, τοῦ βοηθοῦ αὐτοῦ ἐμοὶ ὑπ’ αὐτῶν αἰκιζομένῳ καὶ τυπτομένῳ, καὶ ἀξιῶ τοὺς μὲν προειρημένους μου παῖδας τῆς παρανόμου ϕυλακῆς ἀνεθῆναι, τοὺς δὲ ἀντιδίκους ἐϕ’ ἱκανοῖς … ϕατίζοντας δύναμαι πρὸς … αὐτοὺς θλιβομένους …ν χρήσασθαι, … τῆς ἐπὶ τοῦ ἀχράντου σου δικαστηρίου κρίσεως ἐπὶ σὲ ἤδη τὴν καταϕυγὴν ποιούμενος ἀποδείξω τῶν δι’ ἐναντίας τήν τε κατ’ ἐμοῦ ἐπήριαν καὶ τοῦ γένους τὸν παράνομον ἀνδραποδισμόν. διευτύχει. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιϕανεστάτων Καισάρων Φαμενωθ. Σύρος Πετεχῶντος νεωτέρου ἐξωπυλίτης ὁ προκείμενος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ε…ειος ὁ καὶ …ς.

---

Documentary Papyri, P.Nekr.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.nekr.
