# P.Neph. 12

Documentary Papyri, P.Neph., P.Neph. 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-neph/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-neph/12

τῷ ἀγαπητῷ μου πατρὶ ἄπα Πετεχῶντι τῷ πατρὶ τῆς μονῆς Σεραπίων υ…σου ἐν κυρίῳ χαίρειν. προηγουμένως σε πολλὰ προσαγορεύω, τιμιώτατε πάτερ. προσαγορεύω τὸν πατέρα μου Νεφερῶτα τὸν πρεσβύτερον, ὅπως προσέχῃς … μοι ἐν ταῖς ἁγίαις σου προσευχαῖς καὶ τὸν ἄλλον Νεφερῶτα πρεσβύτερον, πολλὰ προσαγορεύω σε. ἀσπάζομαι Εὐφέλιν· ἀσπάζομαι τὸν Ἰακώβ· ἀσπάζομαι Βησᾶν μοναχόν. προσαγορεύω Κ…λὸλ καὶ Κᾶσιν τὸν ἀδελφὸν αὐτοῦ. ἀσπάζομαι Ποῦτιν καὶ τὸν υἱὸν αὐτοῦ· ἀσπάζομαι Ἀειῶνα· ἀσπάζομαι Ἀρίωνα· ἀσπάζομαι Ἡρακλᾶν· ἀσπάζομαι Ἀμῆρ· ἀσπάζομαι Π…χολεῦκιν· ἀσπάζομαι Ὧρ ἀδελφὸν Ἀμῆρ· ἀσπάζομαι ἄπα Νῖλον· ἀσπάζομαι Ἀποῦτιν σὺν τῷ ἀδελφῷ αὐτοῦ Σύρῳ· ἀσπάζομαι Ἡρεῦ· ἀσπάζομαι Κεῖμαι καὶ τὸν ἀδελφὸν αὐτοῦ Πάριν· ἀσπάζομαι Παπεῖς· ἀσπάζομαι Παπνοῦτιν ἀδελφὸν Ἀνουβίωνος· ἀσπάζομαι Ἡρακλῆν· ἀσπάζομαι Ἑρμεῖνον τὸν ἀναγνώστην· ἀσπάζομαι Ὧρ πα Ταϩμουρώ· ἀσπάζομαι Λῶτον· προσαγορεύω Ἀλεῖτιν· ἀσπάζομαι ἄπα Ὡρίωνα. γράφω σοι, ἄπα Νεφερῶς καθὼς ἐξῆλθα ἀπὸ σοῦ, χάρις τῷ θεῷ, ἦλθα εἰς Ὄμβων· πολλὰ προσαγορεύω ὑμᾶς. ζήτησον Παῦλον ναύτην ἀπὸ Τοετὼ λαβεῖν παρʼ αὐτοῦ τὸ ἱμάτιν καὶ δύο λεβιτῶνας καὶ τρία δρέπανα, καὶ δέξαι αὐτὰ παρʼ αὐτοῦ. ἔχει γὰρ υἱοὺς δύο , Ἁτρῆν καὶ Πκῦλιν· ἀλλὰ μὴ ἀμελήσῃς. ἀσπάζομαι ἄπα Ὦτα καὶ Κᾶσιν. ἀσπάζομαι Παῆσιν καὶ ἀσπάζομαι Πέτρον καὶ Ὡρίωνα. ἀσπάζομαι τοὺς ἐν τῷ μοναστηρίῳ πάντας, μικροὺς καὶ μεγάλους· ἀσπάζομαι Σεραπίωνα ἀ… Ταϩμουρού· ἀσπάζομαι Καπίτωνα· ἀσπάζομαι ὑμᾶς πάντας τοὺς ἀδελφούς μου, ὅπως προσεύχησθε περὶ ἐμοῦ. γράφω σοι, Νεφερῶς, προνοήσῃς τὸ μικρὸν …ον γῆς, ὡς ἔρχομαι, ἀλλὰ μὴ ἀμελήσῃς, τιμιώτατε πάτερ, ἀλλὰ μὴ ἀμελήσῃς …ησ…ουτογεν… λαβὲ τὰ σιτάρια, ὡς ἔρχομαι· ἐπίθες εἰς τὸ κοιμητήριον , ὡς ἔρχομαι …ο… Νεφερῶς, ὡς ἔρχομαι, τιμιώτα- ἐρρῶσθαί σε εὔχομαι …τε πάτερ. πολλοῖς χρόνοις … ἀπόδος Νεφερῶτι πρεσβυτέρῳ παρὰ Σεραπίωνος μοναχοῦ εἰς Μουὴ κώμην

---

Documentary Papyri, P.Neph.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.neph.
