# P.Neph. 4

Documentary Papyri, P.Neph., P.Neph. 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-neph/4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-neph/4

τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος ἐν θεῷ χαίρειν. προηγουμένως εὔχομαι νυκτὸς καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς θεοσεβείας καὶ κελεύεσθαι ἐν οἷς ἂν βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆς Ἀλεξανδρείας γινώσκων κέρδος εἶναί μοι ψυχῆς τὸ μνημονεύεσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς εἰς θεὸν ἐλπίδος. ὅθεν παρακαλῶ, ἵνα μου μνημονεύσῃς ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων μου διὰ τὴν ξενιτείαν ἡμῶν, ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν τοῖς ἰδίοις χαρίσηται. κατηξίωσας δὲ κελεῦσαί μοι τὰ τρία δεσμίδια λαβόντα διοικῆσαι καὶ εἰς χρείαν σου ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν ἐκ μυριάδων δεκατεσσάρων . ἠγοράσθη δὲ τὸ ἀγγεῖον τοῦ ἐλαίου μυριάδων ἑξήκοντα . σὺν θεῷ δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλω πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω, ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου λαβὼν παρὰ Παπνουτίου Ὡρίωνος ψωμία ποιήσῃς …ε… σὺν θεῷ δέ, ἐὰν ψωμία γένηται, πέμψον ἡμῖν ψίαθον μεστήν. ἐρρῶσθαί σε εὔχομαι, ἄνθρωπε θεοῦ. τῷ δεσπότῃ μου ἀγαπητῳ Νεφερῷ Παῦλος. ἐάν τις τῶν πρόβατα ἐχόντων δέρματα προβάτων παρʼ ὑμῖν δυνηθῇ εὑρεῖν, τριῶν ἢ τεσσάρων χρείαν ἔχω.

---

Documentary Papyri, P.Neph.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.neph.
