# P.Ness. 3 15

Documentary Papyri, P.Ness. 3, P.Ness. 3 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ness-3/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ness-3/15

ὑπατείας Φλαουίων Σεκουντίνου καὶ Φήλικος τῶν μεγαλοπρεπεστάτων μηνὶ Παῦνι ε τῆς πέμπτης ἰνδικτίονος … ἐν τῇ Ῥινοκορουριτῶν πόλει. τόδε τὸ ἔνγραφον ἀσφαλὲς πεποίηται ἑκουσίᾳ προθέσει ἀνάγκης ἐκτός. Φλάουιος Στέφανος Ἀβρααμίου στρατιώτης ἀριθμοῦ τῶν καθοσιωμένων Θεοδοσιακῶν Φλαουίῳ Αυσῳ Ἀβρααμίου ὁμογνησίῳ αὐτοῦ ἀδελφῷ καὶ αὐτῷ στρατιώτῃ τοῦ εἰρημένου ἀριθμοῦ ὁρμώμενοι ἀπὸ κώμης Νεσσάνων ἐκ πολλοῦ χρόνου ἀμφότεροι τανῦν ἐνταῦθα ἐπὶ τῆς Ῥινοκορουριτῶν ἔχοντες χαίρειν. ὁμολογῶ τῇ σήμερον … διὰ τοῦδέ μου τοῦ ἐνγράφου μηδένα λόγον μʼ ἔχειν μὴ ἐμὲ μὴ ἄλλον τινὰ ἐκ προσώπου μου μὴ κληρονόμους μου ἢ διαδόχους μὴ πρὸς σὲ τὸν μείζονά μου ὁμογνήσιον ἀδελφὸν Αυσον μὴ πρὸς ἄλλον τινὰ ἐκ προσώπου σου μὴ πρὸς κληρονόμους σοὺς ἢ διαδόχους ἢ διακατόχους περὶ τῆς λιθίνης …ντεσ…ας προφάσεις σοι …α…ει ἰδίων σου ανν… καὶ μ…συνθ…πρεσ…ιπρο…ων μεγαλ… ἡμῶν μηδα…νιν προς…ους ὅλους διατ… εἴρηται … ἰδίων σου ἀννωνῶν ταύτην ηγορασ…ασα καὶ ὀμνύω θεὸν παντοκράτορα καὶ νίκην καὶ εὐσέβειαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου. κατὰ μὲν τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς ἐγὼ ὁ Στέφανος εἰς πρόσωπόν σοι τῷ ὁμογνησίῳ μου ἀδελφῷ Αυσῳ ὡμολόγησα κύρια καὶ βέβαια εἶναι πάντα τὰ προγεγραμμένα. τὸ δὲ ἔνγραφον τοῦτο κύριον ἔστω καὶ ἔννομον ὅπου προφερόμενον Φλάουιος Στέφανος Ἀβρααμίου στρατιώτης ὁ προκίμενος πεποίημαι τόδε ἔνγραφον ἀσφαλὲς εἰς ὁμογνήσιόν μου ἀδελφὸν Αυσον καὶ ὁμολογῶ μηδένα λόγον με ἔχειν πρὸ σὲ περὶ τῆς ἐπειρημένης… πάντα ὡς πρόκειται ἀκολούθως καὶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἐγράφη χειρὶ ἐμῇ Στέφανος ἐτέλεσα ἐπλήρωσα, Αυς … … τὸ δὲ ἔνγραφον ἀσφαλὲς γεγρ… σὺν …

---

Documentary Papyri, P.Ness. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ness;3.
