# P.nyu 1 11a.r3.50-11a.r5.98

Documentary Papyri, P.nyu 1, 11a.r3.50 to 11a.r5.98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-nyu-1/11a.r3.50
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-nyu-1/11a.r3.50

Πολίων σεσημείωμαι. Θὼθ η. παρήνεγκεν Ἀιῶν Σαραπίωνος κωμητῶν Καρανίδος ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίονος ἀχύρου λίτρας ἑκατὸν δέκα λίτρας ρι μόνας. Πωλίων σεσημείωμαι. Θὼθ α. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ Λευκογίου ὑπὲρ κωμητῶν Καρανίδος ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίωνος κριθῶν ἀρτάβας ἓξ ἀρτάβας ϛ. Παππίων ἐμετρησάμην Σαβῖνος Μυὸς χρυσίου νομισμάτιων ἓν ὑπὲρ λίνου. κατέβαλεν Οὐαλέρις Ἀντιουρίου διὰ Κάστορος Πτολεμέου ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίονος κριθῆς ἀρτάβας τρεῖς ἥμισυ ἀρτάβας γ 𐅵 μόνας. Ἀμῶνις σεσημείωμαι. Θὼθ ιγ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίωνος κωμητῶν Καρανίδος κριθῶν ἀρτάβας δέκα ὀκτὼ ἥμισυ, κριθῶν ἀρτάβας ιη 𐅵 μόνας. Ἐπιφάνιος σεσημείωμαι. Χοίακ ι. παρήνεγκεν Ἀειῶν Σαραπίωνος ὑπὲρ κωμητῶν Καρανίδος ἐν ὅρμῳ Λευκογίου εἰς στατιῶνα Πτευκαου ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίωνος κριθῶν ἀρτάβας τρεῖς ἕκτον ἀρτάβας γ ϛ μόνας. Μωσῆς ἐμετρησάμην καὶ ἑτέρας ἀποχῆς μὴ ἐπιφερομένης. Ἐπεὶφ κϛ. παρήνεγκεν Ἀπφοῦς Παιανοῦ ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς ἀρτάβας γ μόνας. Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως ἐμετρησάμεθα. καὶ τῇ κη. ὁ αὐτὸς Ἀπφοῦς Παιανοῦ ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας πέντε ἥμισυ τέταρτον ἀρτάβας ε 𐅸 μόνας. Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως σεσημειώμεθα ἀρτάβας πέντε ἥμισυ τέταρτον. Ἐπεὶφ κϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἑξήκοντα μίαν τρίτον δωδέκατον ἀρτάβας ξα γ ιβ μόνας. Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως ἀρτάβας ἑξήκοντα μίαν τρίτον δωδέκατον ἐμετρησάμεθα. καὶ τῇ κη. ὁ αὐτὸς Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως ἀρτάβας ἓξ ἐμετρησάμεθα καὶ Μεσορὴ ιγ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Μακάριος ὑποδέκτης ὅρμου πόλεως ἐμετρησάμην. Ἐπεὶφ κθ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου κωμητῶν Καρανίδος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κρέως λίτρας τριάκοντα πέντε λίτρας λε μόνας.

---

Documentary Papyri, P.NYU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.nyu;1.
