# P.nyu 1 11a.r5.99-11a.r8.149

Documentary Papyri, P.nyu 1, 11a.r5.99 to 11a.r8.149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-nyu-1/11a.r5.99
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-nyu-1/11a.r5.99

Ἠλίας σεσημείωμαι κρέως λίτρας τριάκοντα πέντε μόνας. Ἐπεὶφ ιϛ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος κριθῶν ἀρτάβας δέκα ἑπτὰ ἥμισυ ἀρτάβας ιζ 𐅵 μόνας. Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως κριθῶν ἀρτάβας δέκα ἑπτὰ ἥμισυ ἐμετρησάμεθα. Ἐπεὶφ ιγ. παρήνεγκενΟὐαλέριος Ἀντιουρίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος κριθῶν ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Ἠλίας διʼ ἐμοῦ Ῥωμανοῦ σεσημείωμαι ἀρτάβας ἓξ μόνας. Μεσορὴ ιγ. παρήνεγκεν Ἀιῶν Ἀειλῶνος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβην μίαν ἥμισυ τέταρτον ἀρτάβην α 𐅸 μόνην. Μακάριος ὑποδέκτης ὅρμου πόλεως ἐμετρησάμην. Παχὼν ιγ. κατέβαλεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου ἐν πλοίῳ Ἀπάμμωνος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς ἀρτάβας γ μόνας. διʼ ἐμοῦ Ἄμμωνος Σουχιδᾶς σεσημείωμαι. ἑτέρας ἀποχῆς ἢ ἐνταγίου μὴ ἐπιφερομένων τῶν προκιμένων τῷ πλοίῳ ἀρταβῶν τριῶν. Θὼθ …. κατέβαλεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου εἰς πλοῖον Ἐπιτιμίου Ψάει ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἓξ δωδέκατον ἀρτάβας ϛ ιβ μόνας. διʼ ἐμοῦ Ἄμμωνος Σουχιδᾶς σεσημείωμαι. Μεσορὴ κγ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας πεντήκοντα τέσσαρας τρίτον δωδέκατον ἀρτάβας νδ γ ιβ μόνας. Σαραπίον σεσημείωμαι ἀρτάβας πεντήκοντα τέσσαρας τρίτον δωδέκατον. Μεσορὴ κε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου κωμητῶν Καρανίδος ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κριθῶν ἀρτάβας εἴκοσι τρεῖς ἥμισυ δωδέκατον ἀρτάβας κγ 𐅵 ιβ μόνας. Διογένης πρόεδρος διʼ ἐμοῦ Γομοθεα σεσημείωμαι. ἐπαγομένων γ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ ἑνδεκάτης ἰνδικτίονος ια κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας. Σαραπίον σεσημείωμαι ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον. ἐπαγομένων ε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ ἑνδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ δωδέκατον ἀρτάβας β 𐅵 ιβ μόνας. Σαραπίον σεσημείωμαι σίτου ἀρτάβας δύο ἥμισυ δωδέκατον. Μεσορὴ κ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τριάκοντα ἓξ τρίτον δωδέκατον ἀρτάβας λϛ γ ιβ μόνας, ἐνταγίου μὴ ἐπιφερομένου. Οὐράνιος ὑποδέκτης ὅρμου πόλεως σεσημείωμαι ἀρτάβας τριάκοντα ἓξ τρίτον δωδέκατον μόνας.

---

Documentary Papyri, P.NYU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.nyu;1.
