# P.nyu 1 11a.r8.150-11a.v1.192

Documentary Papyri, P.nyu 1, 11a.r8.150 to 11a.v1.192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-nyu-1/11a.r8.150
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-nyu-1/11a.r8.150

Χοίακ ε. κωμητῶν Καρανίδος Ἀιῶν Σαραπίωνος Ἀτισίῳ καὶ Σαβίνῳ ὑποδέκταις ὅρμου Λευκωγίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβας πέντε ἥμισυ δωδέκατον ἀρτάβας ε 𐅵 ιβ μόνας. κατέβαλεν Ἀιῶν Σαραπίωνος διὰ Σαβίνου καὶ Ἀτισίου ὑποδεκτῶν ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβας ἐννέα ἀρτάβας θ μόνας. …μις διʼ ἐμοῦ Ἀμμονίου ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος χρυσίου νομισμάτιον ἓν νομισμάτιον α, ἀρτάβας ὀκτὼ ἀρτάβας η μόνας. Ἀμῶνις σεσημείωμαι. ἐπαγομένων γ. παρήνεγκεν Οὐενάφρις Πτολλᾶ ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας. Σαραπίον σεσημείωμαι ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον. Αὐρήλιος Ἀβοῦς καὶ Σαβῖνος Ἀτισίου ἀποδέκται Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου χαίρειν· ἔσχον παρά σου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβην μίαν ἀρτάβην α μόνην. Παλήμων ἔγραψα. Φαῶφι ιϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ Λευκογίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίωνος κωμητῶν Καρανίδος εἰς πλοῖον Ἀλεξάνδρου Βησᾶ πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον ἀρτάβας β 𐅵 γ. Σουχιδᾶς σεσημείωμαι. καὶ διὰ Ὡρίωνος Οὐαλερίου εἰς τὸ αὐτὸ πλοῖον ἀρτάβας δύο ἥμισυ τρίτον ἀρτάβας β 𐅵 γ μόνας. Σουχιδᾶς σεσημείωμαι. κατέβαλεν Ἀιῶν Σαραπίωνος ὑπὲρ ἐνάτης ἰνδικτίονος δοθέντα ἡμῖν ὑπὲρ λοιπάδων χρυσίου νομισμάτιον α ἀρτάβας η μόνας. Ἀμῶνις σεσημείωμαι. Φαῶφι κα. κωμητῶν Καρανίδος διὰ Οὐαλερίου Ἀντιουρίου Αὐρηλίοις Ἀτισίῳ καὶ Σαβίνῳ ὑποδέκταις ὅρμου Λευκογίου πυροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Φαῶφι κβ. κωμητῶν Καρανίδος διὰ Ἡρᾶ Σαραπίωνος Ἀτισίῳ καὶ Σαβίνῳ ὑποδέκταις ὅρμου Λευκογίου … ιε ἰνδικτίωνος πυροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας. ἀποχῶν σίτου ιγ ἰνδικτίονος ἐν ὅρμῳ Λευκογίου α ἀποχὴ ἀρτάβας νε 𐅷. ἄλλη ἀρτάβας κα 𐅷. ἄλλη ἀρτάβας ιη ϛ. ἄλλη ἀποχὴ ἀρτάβας ιβ ϛ. γίνονται ἀρτάβας ρζ 𐅵 ϛ. ζ ἀποχὴ ιδ ἰνδικτίονος ὑποδεκτῶν πόλεως ἀρτάβας ξα γ ιβ. ἄλλη ἀποχὴ ἀρτάβας ϛ. ἄλλη ἀποχὴ ἀρτάβας ϛ. γίνονται ἀρτάβας πβ 𐅵 ὅρμῳ Λευκογίου ἀρτάβας γ. ἄλλη ἀποχὴ ἀρτάβας ϛ ιβ.

---

Documentary Papyri, P.NYU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.nyu;1.
