# P.nyu 1 25

Documentary Papyri, P.nyu 1, P.NYU 1 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-nyu-1/25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-nyu-1/25

τῷ κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς χαίρειν· πρὸ πάντων εὔχομαι τῷ θεῷ ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι ἀποδοθῆναι τὰ παρʼ ἐμοῦ γράμματα. ὡς ἔπεμψές μοι τῇ εἰκάδι τοῦ Χοίακ ἧκα πρὸ πάντων τῆς ἀλλαγῆς. μὴ νόμιζε οὖν ὅτι ἐγὼ κατέχω τοὺς ἐργάτας, ἀλλʼ ὁ ἐπιμελητής ἐστιν ὁ αὐτοὺς κατέχων. ἀλλὰ σπούδασον οὖν καὶ σὺ πρὸ πάντων τὴν ἀλλαγὴν πέμψαι. ἐὰν δὲ μὴ πέμψῃς τῇ ὡρισμένῃ ἡμέρᾳ τὴν ἀλλαγήν, καθώσπερ μοι συνετάξω, εὐθέως τῆς ἡμέρας τῆς ἀλλαγῆς καταλαβούσης ἀπαντήσω πρὸς σέ. ἀσπάζομαι πάντας τοὺς ἡμετέρους κατʼ ὄνομα. καὶ ἐὰν θέλῃς πέμψαι Ἀλῦπιν διὰ τὰ λιθάρια, πέμψον· ηὕρηκα γὰρ αὐτὰ πρὸς δέκα καὶ ὀκτὼ τάλαντα ἕκαστον λιθάριν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς.

---

Documentary Papyri, P.NYU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.nyu;1.
