# P.Oslo 3 111.r6.233-111.r8.275

Documentary Papyri, P.Oslo 3, 111.r6.233 to 111.r8.275. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oslo-3/111.r6.233
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oslo-3/111.r6.233

βορρᾶ ἐχομένη Θέωνος υἱοῦ Σακένου καψάντων ἐπὶ … ὀικία Αὐρήλιος Ἰσίδωρος Πτολεμαίου τοῦ Πτολεμαίου Φυλαξιθαλάσιος ὁ καὶἈλθαιεὺς ἔχων τὸ ἐφέστιον ἐπʼ ἀμφόδου Νότου Κριπῖδος ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἐνοικεῖν με ἐν τῇ προκειμένῃ μου οἰκίᾳ σὺν τοῖς ἐμοῖς καὶ μήτε ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἕτους ιδ Μεχεὶρ ιη. … … Πλουτογένους Ἡρακλ … …νος Ψεναμούνιος οἰκία καμψάντων ἐπὶ λίβα … καὶ ψιλὸς τόπος Αὐρήλιος …ς Ζωίλου μητρὸς Τασερήνου οἰκῶ τὰς προκειμένας οἰκίας μετὰ …νίου Ψεναμούνιος μητρὸς Ἀπολλωνίας ἀναγραφομένου ἐπὶ τῆς αὐτῆς οἰκίας, ἐμὲ δὲ ἀναγραφόμενον ἐπʼ ἀμφόδου … καὶ μηδένα ἄλλον ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν ἡμεῖν ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶρ ιη. Αὐρήλιος Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. λιβὸς ἐχομένη οἰκία τὸ πρὶν κατοικουμένη ὑπὸ Κορίσκης ἀπελευθέρας Διδύμου ἐξηγητεύσαντος νυνὶ δὲ ἀοίκητος νοτου πλευρᾶς ἀνὰ μέσον οὔσης ῥύμης Διδύμου ἐξηγητεύσαντος οἰκία Αὐρήλιος Δίδυμος ἐξηγητεύσας ἐνοικῶ ἐν τῇ προκειμένῃ μου οἰκίᾳ σὺν τοῖς ἐμοῖς καὶ μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν μοι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶρ ιη. … νότου ἐχομένη … Θέωνος τοῦ καὶ Ζωίλου γυμνασιαρχήσαντος οἰκία ἀοίκητος … νότου ἐχομένη Ἀθηναίου τοῦ καὶ Ἡρακλείδου βουλευτοῦ οἰκία Αὐρήλιος Ἀθήναιος ὁ καὶ Ἡρακλείδης βουλευτὴς δηλῶ ἐμαυτὸν ἐνοικεῖν ἐν τῇ προκειμένῃ οἰκίᾳ σὺν τῷ υἱῷ μου Αὐρηλίῳ Ἑρμογένει τῷ καὶ Εὐδαίμωνι καὶ μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν ἡμῖν ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶριη. νότου ἐχομένη Θέωνος τοῦ καὶ Ζωίλου γυμνασιαρχήσαντος Αὐρήλιος Ἀπολλώνιος … μητρὸς Τιθοεῦτος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἡρακλέους Τόπων δηλῶ ἐμαυτὸν οἰκεῖσθαι ἐπὶ τῆς προκειμένης οἰκίας καὶ μὴ σύνοικον ἔχειν ἐλεύθερον ἢ ἀπελεύθερον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ ἔτους ιδ Μεχεὶρ ιη νότου ἐχομένη Ἀλεξάνδρου Γεμέλλου οἰκία Σεπτίμιος Ἀλέξανδρος Γεμέλλου δηλῶ ἐμαυτὸν ἐνοικεῖν ἐν τῇ προκειμένῃ οἰκίᾳ σὺν τῷ ὁμομητρίῳ μου ἀδελφῷ Εὐδαίμονι τῷ καὶ Ἡρᾷ ἀφήλικι καὶ Διόσκορον ἀπελεύθερον τοῦ πάππου ἡμῶν καὶ ἀναγράφεσθαι τοὺς γ ἐπὶ τοῦ αὐτου ἀμφόδου καὶ μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον εἶναι σύνοικον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.

---

Documentary Papyri, P.Oslo 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oslo;3.
