# P.Oslo 3 111.r8.276-111.v.309

Documentary Papyri, P.Oslo 3, 111.r8.276 to 111.v.309. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oslo-3/111.r8.276
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oslo-3/111.r8.276

ἔτους ιδ Μεχεὶρ ιη. νότου ἐχομένη Θέωνος τοῦ καὶ Ζωίλου γυμνασιαρχήσαντος οἰκία ἐφʼ ἧς νυνὶ οὐκ εἰσὶν ἔνοικοι. … …ς ἐπικεκλημένου Ἀλεξάνδρου … οἰκία Αὐρήλιος … ἐπικεκλημένος Ἀλέξανδρος … … Σωτῆρος … … ἀναγραφομεν ἐπʼ ἀμφόδου Ἡρακλέους Τόπων … καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν ἐν τῷ οἰκιδίῳ. ἔτους ιδ Μεχεὶρ … λιβὸς ἐχομένη πρότερον Διογένους νυνὶ τοῦ ἱερωτάτου ταμείου οἰκία ἀοίκητος ἀπηλιώτου πλευρᾶς Ἀθηναίου τοῦ καὶ Ἡρακλείδου βουλευτοῦ οἰκία Αὐρήλιος Ἀθήναιος ὁ καὶ Ἡρακλείδης βουλευτὴς δηλῶ ἐνοικεῖσθαι τὴν δηλουμένην οἰκίαν ὑπὸ Αὐρηλίου Ἀσυλᾶτος Παποντῶτος ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἀκρίδος καθεσταμένου εἰς τὸ ιγ ἔτος φύλαξ πόλεως καὶ μηδένα ἕτερον ἄῤῥενα ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν αὐτῷ. ἔτους ιδ Μεχεὶρ κα. βορρᾶ ἐχομένη Θέωνος …ουρ… … ἀοίκητος … …δει… Αὐρήλιος Πετσειρᾶς ὁ καὶ Εὐδαίμων ἐπιδέδωκα καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Σεπτίμιος Ἀλέξανδρος συνεπιδέδωκα καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Αὐρήλιος Θέων συνεπιδέδωκα καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Ἑρμαίου λιβὸς μερῶν διʼ Εὐδαίμονος καὶ Σεπτιμίου Ἀλεξάνδρου νομογράφων.

---

Documentary Papyri, P.Oslo 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oslo;3.
