# P.Oslo 3 155

Documentary Papyri, P.Oslo 3, P.Oslo 3 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oslo-3/155
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oslo-3/155

Ἀφροδίσιος Ἁρπάλῳ χαίρειν. ἐξῆλθα ἀπὸ σοῦ κομψῶς ἐσχηκώς, χάρις θεοῖς. εἰ ἐμέλησέ σοι περὶ ὧν σοι εἶπον, περὶ τοῦ ποτισμοῦ Ἁρεῦτος μετὰ τῶν ὑψηλῶν αὐτὸν ποτίσαι, εἰ ἐμέλησέ σοι ἢ οὔ; ἀλλὰ ἠμέλησας αὐτοῦ. οὐ μέλλει με…ιν. ἀλλὰ καὶ περὶ τῶν ἄλλων εἶπόν σοι μὴ ἀμελεῖν, εἰ χρείαν εἶχε ποτισμοῦ τὰ μεγάλα ὑπώρια. ἐγὼ δὲ μενῶ. εἰ ἐν τῇ πόλει εἶ ἢ οὐ, γείνετε τύχῃ ἀγαθῇ. καὶ περὶ τοῦ βορρᾶ εἰ μέλλει ποτίζεσθαι μελησάτω σοι περὶ αὐτοῦ καὶ τῶν ἄλλων πραγμάτων ὧν σοι εἶπον ποιῆσαι, διὰ σεαυτοῦ ποιῆσε. ἐὰν χρεία μου ἦν εἰσελθεῖν τῇ κ Παχὼν διὰ τὸν θερισμὸν, ἀγόρασόν μοι πυροῦ ἀρτάβην α ἀλεστοῦ σίτου καὶ μεῖξον αὐτὴν τὸ ἴσον ἑλὼν καὶ ἔξελε τῇ ιε τοῦ Παχών. ἐὰν δὲ μὴ ᾖ μου χρεία ἕως τῆς κ, ἀλλὰ δ Παῦνι, ἔξελε τὰ ἀρτίδια λ Παχὼν … ὃν βλέπεις. καὶ ποίησον ψυγμὸν εἰς τὰς ρ ἀρούρας εἰς τὸν Ἁρεῦτος καὶ ἄλλον εἰς τὸν Ψ… ἐπιλοίποις παραλοιπ…σουσι…ειστο, ἀλλὰ …ρ ἄχυρον …ην μὴ ἀμελ … ἐὰν μὴ εὕρῃς Ἡρακλείδην τὸν υἱὸν …ε… …υ…η… τὸ ξύλον …ει…

---

Documentary Papyri, P.Oslo 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oslo;3.
