# P.Oxf. 10

Documentary Papyri, P.Oxf., P.Oxf. 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxf/10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxf/10

ἔτους … Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιονοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δύστρου δ Τῦβι δ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν Ἄρης Ἑρμίου ἀπὸ τῆς μητροπόλεως ὥς φησιν ἀναγραφόμενος ἐπʼ ἀμφόδου Βιθυνῶν καὶ ἄλλων τόπων Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ πήχει δεξιῶι καὶ ἡ τούτου γυνὴ Θερμουθᾶς Λεοντᾶ Περσίνη ὡς ἐτῶν τριάκοντα δύο οὐλη παρὰ γόνυ ἀριστερὸν μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Λουκίωι Βελλήνωι Γεμέλλωι διὰ Ἐπαγάθου ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῶι ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς εἴκοσι καὶ ἀντὶ τῶν τόκων παραμενεῖν τὸν Ἄρην ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τῆς προγεγραμμένης ἡμέρας βόσκοντα ἃ ἔχει ὁ Λούκιος χοιρίδια ἄγοντα αὐτὰ εἰς τὰς καθηκούσας ὁδοὺς καὶ νομὰς καὶ ποιοῦντα πάντα ὅσα καθήκει, τῷ βοσκῶι, λαμβάνοντος αὐτοῦ Ἀρείου κατὰ μῆνα ἕκαστον εἰς πάντα λόγον ὀψωνίου ἀργυρίου δραχμὰς εἴκοσι , μὴ οὔσης ἐξουσίας αὐτῷ ἐντὸς τοῦ χρόνου ἀπαλλαγῆναι. ἐὰν δὲ ἀπαλλαγῇ, ἐκτισάτω ἑκάστης ἡμέρας, ἧς ἐὰν προλείψῃ τὰ χοιρίδια, δραχμὰς δύο καὶ τὸ ἀργύριον σὺν ἡμιολίᾳ. καὶ μετὰ τὸν χρόνον ἀποδότω τὰς προκιμένας ἀργυρίου δραχμὰς εἴκοσι . ἐὰν δὲ πρὸ τοῦ χρόνου ἀπαλλαγῇ, ἀποδώσει τὸ ἀργύριον διπλοῦν, τῆς πράξεως οὔσης τῷ Λουκίῳ ἔκ τε τῶν ὁμολογούντων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων Ἥρων Ἡρακλείδου ὡς ἐτῶν νγ ἀπὸ Θεαδελφείας. Ἄρης Ἑρμίου Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνή μου Θερμουθᾶς Λεοντᾶ Περσίνη μετὰ κυρίου ἐμοῦ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχειν παρα Λουκίου Βελλήνου Γεμέλλου διὰ Ἐπαγάθου ἀργυρίου δραχμὰς εἴκοσι ἐπὶ τῇ παραμονῇ τοῦ ἑνὸς ἡμῶν Ἀρείου ἐπὶ ἐνιαυτὸν ἕνα βόσκοντος ἃ ἔχει ὁ Λούκιος χοιρίδια, λαμβάνοντος αὐτοῦ κατὰ μῆνα ὀψωνίου εἰς πάντα λόγον ἀργυρίου δραχμὰς εἴκοσι καὶ μετὰ τὸν χρόνον ἀποδώσομεν τὸ ἀργύριον. ἐὰν δὲ πρὸ τοῦ χρόνου ἀπαλλαγῶ, ἀποδώσομεν τὸ ἀργύριον διπλοῦν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἥρων Ἡρακλείδου μὴ εἰδότων γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου. παραμονὴ Ἀρείου τοκ…ν…ν τη γυναικὶ δραχμῶν κ

---

Documentary Papyri, P.Oxf.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxf.
