# P.Oxy. 1 101

Documentary Papyri, P.Oxy. 1, P.Oxy. 1 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-1/101
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-1/101

ἐμίσθωσεν Διονυσία Χαιρήμονος μετὰ κυρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου Διογένους, ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, Ψεναμούνει Θώνιος μητρὸς Σεοήριος ἀπὸ Πακέρκη ἀπηλιώτου τοπαρχίας, Πέρσῃ τῆς ἐπιγονῆς, εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, τὰς ὑπαρχούσας αὐτῇ καὶ προγεωργουμένας ὑπὸ τοῦ Ψεναμούνιος καθʼ ἑτέραν μίσθωσιν ἀρούρας τριάκοντα ὀκτώ , ὥστε ἐπὶ μὲν τὰ τακτὰ ἔτη πέντε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται χωρὶς ἰσάτεως καὶ ὀχομενίου, τῷ δὲ ἐσχάτῳ ἐνιαυτῷ ὁμοίως σπεῖραι καὶ ξυλαμῆσαι τοῖς διὰ τῆς προτέρας μισθώσεως δηλουμένοις ποιῆσαι αὐτὸν τῷ ἐσχάτῳ ἐνιαυτῷ γένεσι, ἐκφορίου τῶν ὅλων ἀρουρῶν ἐπὶ τὴν ἑξαετίαν κατʼ ἔτος ἀποτακτοῦ πυροῦ ἀρταβῶν ἑκατὸν ἐνενήκοντα , καὶ σπονδῆς ὁμοίως κατʼ ἔτος δραχμῶν δέκα δύο , ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσηται. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, ὃς καὶ βεβαιουμένης τῆς μισθώσεως μετρείτω ἀπὸ τοῦ κατʼ ἔτος ἀποτακτοῦ εἰς δημόσιον θησαυρὸν τὰ ὑπὲρ τῶν ἐδαφῶν κατʼ ἔτος σιτικὰ δημόσια ταῖς ἑαυτοῦ δαπάναις, ὧν θέμα ἀναδότω τῇ μεμισθωκυίᾳ καθαρὸν ἀπὸ πάντων κατʼ ἔτος ὑπὸ τὴν πρώτην μέτρησιν παραδεχομένης αὐτῷ μιᾶς ἀντὶ μιᾶς , τὰ δὲ λοιπὰ τῶν κατʼ ἔτος ἐκφορίων καὶ τὴν σπονδὴν ἀποδότω αὐτῇ ἀεὶ μηνὶ Παῦνι ἐφʼ ἅλω Πακέρκη πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετραχοινίκῳ χαλκοστόμῳ παραλημπτικῷ τῆς μεμισθωκυίας ἢ τῶν παρʼ αὐτῆς μετρούντων. ὃ δʼ ἂν προσοφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ μεμισθωκυίᾳ ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων, οὐκ ἐξόντος τῇ μεμισθωκυίᾳ ἑτέροις μεταμισθοῦν οὐδὲ αὐτουργεῖν ἐντὸς τοῦ χρόνου. κυρία ἡ μίσθωσις. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαῶφι ε. Ψεναμοῦνις Θώνιος μεμίσθωμαι τὴν γῆν ἐπὶ τὰ ἓξ ἔτη ἀποτακτοῦ κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν ἐνενήκοντα καὶ σπονδῆς δραχμῶν δέκα δύο , καὶ ἀποδώσω πάντα ὡς πρόκιται. Θέων Θέωνος μητρὸς Ὠφελίας ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. χρόνος ὁ αὐτός.

---

Documentary Papyri, P.Oxy. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;1.
